15. Ὁρᾷς οὖν ὅπως τὰ πολυμιγῆ τῶν φαρμάκων
17. πολλὴν τὴν ἰσχὺν πρὸς τὸ ποιῆσαι τὴν δυσπάθειαν ἔχει,
18. καὶ μάλιστα ἡ θηριακὴ, διὰ τὴν τοσαύτην δύναμιν, ὡς
1. ἔφην, τῶν θηρίων. λαμβάνειν δέ σοι τὸ φάρμακον συμβουλεύω,
2. ὅτε εὔπεπτος εἶ καὶ σιτίων μὴ πλήρης, καὶ τῷ
3. μέτρῳ δὲ ἄλλοτε ἄλλως χρώμενος εὖ ποιήσεις. ποτὲ μὲν
4. γὰρ κυάμου τοῦ Αἰγυπτίου τὸ μέγεθος μετὰ κυάθων δύο
5. ὕδατος λάμβανε, ὅταν ὀλίγον ᾖ τὸ μέλλον αὐτῆς πρὸς τὴν
6. πέψιν γίνεσθαι διάστημα· ποτὲ δὲ καρύου Ποντικοῦ τὸ
7. μέγεθος πίῃς, καὶ ἀνιεὶς κυάθοις τρισὶν οὕτως αὐτὸ πῖνε,
8. ὅταν πλείονα πρὸς τὴν διοίκησιν τοῦ φαρμάκου τὸν χρόνον
9. ἔχῃς. ἐπίβλεπε δὲ ἅμα καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐν
10. αἷς μέλλεις λαμβάνειν τοῦ φαρμάκου. θέρος μὲν γὰρ ὅταν
11. ᾖ, οὐδ᾿ ὅλως αὐτοῦ σοι συμβουλεύω λαμβάνειν. θερμοῦ γὰρ
12. ὄντος τοῦ καταστήματος, ἔτι καὶ μᾶλλον θερμότερον γιγνόμενον
13. βλάπτεται τὸ σῶμα, καὶ τοῦτό γε συνιδὼν ὁ θαυμασιώτατος
14. Ἱπποκράτης τὰς πρὸ κυνὸς καὶ κατὰ κύνα φαρμακίας
15. ἐργώδεας εἶναι λέγει. πυρετὸν γὰρ ὁ καιρὸς ὡς
16. ἐπὶ τὸ πλεῖστον οὗτος τοῖς ἀνθρώποις φέρει. διόπερ καὶ
17. τοῖς ἀκμάζουσι τὴν ἡλικίαν καὶ πολλὴν ἔχουσι τὴν φυσικὴν
18. θερμότητα μὴ πολὺ μηδὲ πολλάκις προσφέρεσθαι τὸ φάρμακον
1. παραινῶ· ὥσπερ γε τοῖς ἤδη τοῦ βίου τὴν παρακμὴν
2. ἔχουσι καὶ πλεῖστον καὶ μὴ ὀλιγάκις οὐ μεθ᾿ ὕδατος,
3. ἀλλὰ μετ᾿ οἴνου μᾶλλον συμβουλεύω λαμβάνειν, ἵνα τὸ μαραινόμενον
4. ἤδη τοῦ σώματος καὶ τὸ ἀπεσβεσμένον τοῦ ἐμφύτου
5. θερμοῦ ἀναζωπυρεῖν καὶ ἀνάπτεσθαι ὑπ᾿ αὐτοῦ δύνηται.
6. ἐπὶ δὲ τῶν παιδίων παντάπασι δεῖ φυλάττεσθαι τὸ
7. φάρμακον. μεῖζον γάρ ἐστιν αὐτῆς τῆς δυνάμεως τὸ μέγεθος
8. τοῦ φαρμάκου, καὶ διαλύει ῥᾳδίως τὸ σῶμα καὶ τὸ
9. ἔμφυτον πνεῦμα ταχέως σβέννυσιν· ὥσπερ δὴ καὶ τὴν λυχνιαίαν
10. φλόγα τὸ ἔλαιον τοῦ πυρὸς πλέον γενόμενον εὐκόλως
11. ἀποσβέννυσιν. ἐγὼ γοῦν ἱστόρησα διαλυθέν ποτε παιδίον
12. ὑπὸ τῆς ἀκαίρου τῆς ἀντιδότου χρήσεως. τὸ μὲν γὰρ
13. ἐπύρεττε χρονίως καὶ ἦν ἰσχνὸν αὐτῷ πάνυ τὸ σῶμα καὶ
14. τὴν δύναμιν ἀσθενὲς, μόλις δὲ καὶ διὰ πολλῆς ἐπιμελείας
15. διαζῇν δυνάμενον, ἅπερ ἐγὼ συνορῶν ἐκ τοῦ ἰατρικοῦ λογισμοῦ
16. καὶ πάνυ διεκώλυον αὐτῷ δίδοσθαι τοῦ φαρμάκου.
17. κηδόμενος γάρ τις αὐτοῦ καὶ πατὴρ εἶναι δῆθεν λέγων καὶ
18. τυραννικὴν ἐξουσίαν τοῦ κελεύειν ἔχων μᾶλλον ἤπερ τὴν
1. ἐκ τοῦ λόγου συμβουλίαν ἀκούων ἀλόγως καὶ μετὰ πολλῆς
2. ἀνάγκης ἐξηνάγκασέ με τοῦ φαρμάκου διδόναι τῷ παιδίῳ.
3. τὸ δὲ ληφθὲν μὲν οὐκ ἠδυνήθη πεφθῆναι· κρεῖττον γὰρ
4. ἦν τῆς ἰσχύος τοῦ λαμβάνοντος· διέλυσε δὲ αὐτοῦ τὴν σύμπασαν
5. ἕξιν καὶ τὴν γαστέρα ῥεῖν ἐποίησε, καὶ οὕτω
6. διὰ τὴν ἄλογον τοῦ φαρμάκου χρῆσιν νύκτωρ ἀπώλετο τὸ
7. παιδίον. εἰ δέ ποτε καὶ ἐν θερμοτέρᾳ χώρᾳ διατρίβων
8. εἴης, φυλάττου χρῆσθαι τῷ φαρμάκῳ, ἀρκούσης σοι τῆς
9. ἐκεῖ τοῦ ἀέρος θερμότητος, διόπερ καὶ τοῖς ὑπὸ τῆς πρώτης
10. ἀνατολῆς τοῦ ἡλίου ἀνθρώποις θερμοτάτοις οὖσι καὶ
11. πολλὴν ἔχουσι τὴν ἐκεῖθεν ξηρότητα ἀκατάλληλον εἶναι μοι
12. δοκεῖ τὸ φάρμακον.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 17, ed. Kühn, 1827, vol. 14, p. 284-287. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩