Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 18, ed. Kühn, 1827, vol. 14, p. 287-290. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:18

13. Σκευάζονται δέ
14. τινες διὰ τῶν θηρίων τούτων καὶ ἅλες. ἀναγκαῖον γὰρ
15. ἔδοξέ μοι καὶ τῶν ἁλῶν μνημονεῦσαι, ἵνα τελειότατος ὁ
16. περὶ τούτων σοι λόγος γένηται, ποιοῦσι καὶ αὐτοὶ πρὸς
17. πάντα τὰ προειρημένα, μετρίως μὲν καὶ χρόνῳ πολλῷ τὸ
18. χρήσιμον παρασχεῖν δυνάμενοι, τὸ δὲ συνεχὲς τῆς χρήσεως
1. κατ᾿ ὀλίγον τὴν ὠφέλειαν ποιούμενοι. διόπερ δὴ καὶ πολλοὶ
2. τῶν χρωμένων τὴν συναίσθησιν τῆς ἀπ᾿ αὐτῶν βοηθείας
3. ταχεῖαν οὐκ ἔχοντες τὴν ἀρχὴν οὐδ᾿ ὅλως βοηθεῖν δύνασθαι
4. νομίζουσι, μάλιστα ἐπειδὴ καὶ τῷ πυρὶ σποδὸς αὐτῶν τὸ
5. σῶμα γίγνεται, ἐξαφανίζεσθαι λέγοντες τῇ καύσει τὴν πρὸς
6. τὸ ἐπικουρεῖν δύναμιν αὐτῶν. ἐγὼ μέν φημι τὴν μὲν δύναμιν
7. αὐτὴν τῇ θηριακῇ μὴ ἔχειν τοὺς ἅλας, μὴ μέντοι
8. τελέως αὐτῶν ἐξαφανίζεσθαι τὴν ἐπίκουρον ἰσχύν. πολλὰ
9. γὰρ τὸ πυρὶ ὁμιλεῖν ἀποφαίνει κρείττονα, καὶ ποτὲ μὲν καὶ
10. κρυπτομένην αὐτῶν τὴν φύσιν εἰς τὸ φανερὸν ἄγει, τινὰ
11. δὲ καὶ πρὸς ἣν βουλόμεθα χρείαν εὐαρμόστως ἔχειν παρασκευάζει.
12. ὁ γοῦν χρυσὸς ὑφ᾿ ἡμῶν δι᾿ αὐτοῦ κρίνεται, καὶ
13. ὁ μὲν κίβδηλος πυρωθεὶς ἐλέγχεται, ὁ δὲ ἐν τῷ πυροῦσθαι
14. καθαρθεὶς ἀκριβῶς δόκιμος εἶναι φαίνεται. καὶ ὁ
15. σίδηρος πυῤῥούμενος μαλάττεται καὶ καμπτόμενος ὑφ᾿ ἡμῶν
16. εὔχρηστος εἶναι πρὸς πολλὰ τῶν ἐν τῷ βίῳ φαίνεται. οὐχὶ
17. δὲ καὶ τῶν προσφερομένων τὰ πλεῖστα πρὸς τὸ θρέψειν
18. ἡμᾶς διὰ τὸ πῦρ κατάλληλα γίγνεται; ἄρτος γέ τοι καὶ
1. τῶν κρεῶν καὶ τῶν ἰχθύων αἱ σάρκες ὠμὰ μὲν ὄντα πρὸς
2. τὴν χρείαν τῆς ὀρέξεως ἄχρηστά ἐστιν, ὀπτηθέντα δὲ τότε
3. γίγνονται καὶ τῶν σωμάτων τροφαί. ὁ δὲ οἶνος καὶ
4. αὐτὸς εὐθέως μὲν καὶ ἀπὸ τῶν βοτρύων ἐκθλιβεὶς ὠμὸς
5. καὶ ἄπεπτός ἐστι, πεφθεὶς δὲ τῷ τοῦ ἡλίου πυρὶ τότε καὶ
6. ἥδιστος καὶ ποτιμώτατος γίγνεται. ὅτι δὲ πολλὰ
7. καὶ τῶν ἐν τῇ τέχνῃ φαρμάκων τὴν ἀρχαίαν ἑαυτῶν φύσιν
8. ἔχοντα δριμύτατά τέ ἐστι καὶ πολέμια τοῖς σώμασιν ἡ
9. πεῖρα διδάσκει· κολασθέντα δὲ τῇ τοῦ πυρὸς ἀνάγκῃ εὔχρηστα
10. πρὸς θεραπείαν γίνεται. ἡ γοῦν χαλκῖτις ὠμὴ μὲν
11. καίει τὰ σώματα καὶ ῥᾳδίως τὰς ἐσχάρας ἀπεργάζεται, ὀπτηθεῖσα
12. δὲ ἐπουλοῖ τὰ ἕλκη· καὶ ὁ ἀπὸ τῆς Φρυγίας λίθος
13. ὠμὸς μὲν ὢν δριμύτατός ἐστιν, ἀνθρακούμενος δὲ καὶ λειούμενος
14. μετ᾿ ἄλλων τινῶν ἀγαθὸν γίνεται τῶν ὀφθαλμῶν
15. φάρμακον. ἡ δὲ ἀπὸ τοῦ καιομένου σπόγγου γιγνομένη σποδιὰ
16. καρτερῶς τὰς αἱμοῤῥαγίας εἴωθεν ἐπέχειν. τὸ αὐτό
17. μοι δοκεῖ καὶ ἐπὶ τῶν θηριακῶν ἁλῶν γίγνεσθαι νομίζειν.
18. πάντα γὰρ ὁμοῦ καιόμενα καὶ ὁλόκληρα συναπτόμενα τὰ
19. θηρία τὴν μὲν ὑπερτεταμένην καὶ πονηρὰν τοῖς σώμασι 
1. δύναμιν διὰ τῆς καύσεως ἀποτίθεται, τὴν δὲ ἀπὸ τοῦ πυρὸς
2. πρὸς τὸ βοηθεῖν συμμετρίαν λαμβάνει. ἰδίως δὲ καὶ
3. ἅλες θεραπεύουσι μάλιστα τὰ περὶ τὴν ἐπιφάνειαν γιγνόμενα
4. πάθῃ, λεύκας λέγω καὶ λέπρας καὶ λειχῆνας τοὺς
5. ἀγρίους· τά τε γὰρ ὑπὸ τῷ δέρματι περιττὰ καὶ δριμέα
6. μάλιστα διαφοροῦσιν. ἐσθίοντες γοῦν αὐτοὺς οἱ πλεῖστοι
7. ἱδρωτικώτεροι γίγνονται καὶ τὴν διεφθαρμένην κενοῦσιν
8. οὐσίαν ὡς καὶ τοὺς καλουμένους φθεῖρας ἐκβάλλειν τινὰς,
9. ἐκ διαφθορᾶς ἰδίαν γένεσιν ἐχούσας, καὶ διὰ τοῦθ᾿,
10. ὡς οἶμαι, φθεῖρας καλουμένας. σμήχουσι δὲ καὶ ἄριστα
11. τοὺς ὀδόντας, καὶ τὰ πλαδαρὰ τῶν σωμάτων πυκνοῦσι, καὶ
12. τὸ ἐπ᾿ αὐτοῖς ἐπιφερόμενον ἀναστέλλουσι ῥεῦμα, ἀσήπτους
13. τε τοὺς ὀδόντας φυλάττουσι, τιτρώσκεσθαι ἢ βιβρώσκεσθαι
14. αὐτοὺς οὐκ ἐῶντες.

Cliquer un n° de page pour en afficher l’image