15. Γίνεται
16. δ᾿ αὐτῶν ἡ σκευασία τοῦτον τὸν τρόπον. πειράσομαι
17. γάρ σοι πάλιν καὶ τούτους σκευάζειν τῇ ὑπογραφῇ τοῦ λύγου
18. χρώμενος. λαβόντα γὰρ χρὴ ἐχίδνας ταῖς προειρημέναις
19. ὁμοίας καὶ τῷ αὐτῷ χρόνῳ τεθηραμένας, ἔστωσαν δὲ
1. τὸν ἀριθμὸν δ΄. καὶ μὴ πλεῖον δύο ἡμερῶν μετὰ τὴν θήραν
2. ἐχούσας, ἀλλ᾿ εἰ δυνατὸν, αὐτῆς τῆς ἡμέρας ἧς εἰσιν εἰλημέναι.
3. εἶτα τῶν ἁλῶν καλὸν μέν εἰ τῶν ἀμμιωνιακῶν,
4. εἰ δὲ μή γε, τῶν κοινῶν καὶ τῇ χρόᾳ λευκῶν καὶ ἐξῃθριασμένων
5. ἠρέμα μόδιον Ἰταλικὸν, εἶτα καὶ σὺν αὐτοῖς κόψας
6. ἁδρομερῶς γεντιανῆς Κρητικῆς λίτραν α΄ S". ἀριστολοχίας
7. στρογγύλης λίτραν α΄ S". κενταυρίου λεπτοῦ κόμης λίτρας β΄.
8. καρδαμώμου Ἀρμενιακοῦ, πρασίου, ἀνὰ γο. στ΄. σκορδίου
9. ὀρεινοῦ, σελίνου, χαμαίδρυος Κρητικῆς λίτραν α΄. πηγάνου
10. ἡμέρου σπέρματος λίτραν α΄. μέλιτι Ἀττικῷ ἑνώσας αὐτὰ,
11. καὶ ἥμισυ λίτραν μέρος αὐτῶν εἰς χύτραν ἐξ ὀστράκου γενομένην
12. καινὴν βαλὼν, εἶτα δ΄. ἐχίδνας ζώσας προεπιβαλὼν,
13. σὺν αὐταῖς καὶ σκίλλας ἁπαλὰς καὶ πάνυ νεαρὰς ε΄. εἰς
14. λεπτὰ κατατεμὼν, οὕτως ἐπίβαλε τὸ λοιπὸν ἥμισυ τῶν ἄλλων
15. μέρος, καὶ πωματίσας καὶ πηλώσας ἐπιμελῶς τρῆσον
16. τέσσαρσί που τρήμασιν αὐτῆς τὸ σῶμα ἵνα δι᾿ αὐτῶν ὁ
17. ἀτμὸς διασημήνῃ σοι τὸ μέτρον τῆς ὀπτήσεως. τὸ μὲν γὰρ
18. πρῶτον φανήσεται καπνὸς ἐξιὼν, πολὺς, ζοφώδης καὶ τεθολωμένος
1. πάνυ, σημαίνων ὅτι τὸ πῦρ ἤδη ἅπτεται τῶν
2. θηρίων, ὅτε σε καὶ προσέχειν ἀκριβῶς παραινῶ, μήποτε
3. ἀναπνεύσῃς τούτου καπνοῦ, κεκακωμένου τοῦ ἀέρος ὑπὸ τῆς
4. ἀναθυμιάσεως τῶν ἐχιδνῶν. εἶθ᾿ ὅταν παύσηται ὁ ἀτμὸς,
5. ἀναβαλλομένην δέ τινα φλόγα λεπτὴν διὰ τῶν τρημάτων
6. βλέπῃς, τότε νόμιζε ὡς ἄριστα αὐτὰ ἡψῆσθαι καὶ οὕτω
7. βάσταζε ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, ψύξας ὅλην ἡμέραν τε
8. καὶ νύκτα, εἶτα ἀνοίξας καὶ ἀνελόμενος τοὺς ἄνθρακας, ἐπιμελῶς
9. κόπτε καὶ σῆθε μετὰ τούτων τῶν μιγμάτων, πηγάνου
10. ἀγρίου σπέρματος γο. θ΄. ὑσσώπου Κρητικοῦ γο. θ΄. μαράθρου
11. σπέρματος ἀγρίου γο. στ΄. νάρδου Κελτικῆς, στάχυος
12. Σκυθικοῦ, ἀνὰ γο. στ΄. πετροσελίνου Μακεδονικοῦ γο. δ΄.
13. ἀμώμου βότρυος γο. γ΄. ὀριγάνου Ἡρακλεωτικοῦ κορύμβων
14. γο. θ΄. ὁρμίνου σπέρματος πεφρυγμένου γο. γ΄. θύμου κορύμβων
15. Ἀττικοῦ γο. θ΄. μαλαβάθρου φύλλων Ἰνδικοῦ γο. δ΄.
16. ἀρκευθίδων Λακωνικῶν σαρκὸς λίτρας β΄. κορίου σπέρματος
17. ἡμέρου γο. στ΄. πεπέρεως λευκοῦ λίτρας β΄. πεπέρεως μέλανος
18. λίτρας β΄. σιλφίου ῥίζης γο. ι΄. ζιγγιβέρεως ἀτρήτου λίτρας β΄.
1. σατυρίου σπέρματος, ἢ ῥίζης οὐγγίας στ΄. γλήχωνος ὀρεινοῦ
2. γο. στ΄. σεσέλεως Μασσαλεωτικοῦ πυῤῥοειδοῦς γο. στ΄. τορδύλου
3. ὀρεινοῦ σπέρματος γο. στ΄. ἡδυόσμου γο. στ΄. κασσίας τῆς
4. καλλίστης γο. β΄. κινναμώμου γο. α΄. πυρῶ δ᾿ αὐτὰ κόψας,
5. καὶ σήσας, πάλιν ἐπικόπτειν καὶ διακοσκινεύειν πολλάκις,
6. ἴνα ἀκριβῶς λεῖα γένωνται, καὶ οὕτως ἐν ὑελίνοις σκεύεσιν
7. ἀποτιθέμενος χρῆσθαι μὴ εὐθέως, ἀλλὰ μεθ᾿ ἡμέρας που
8. δέκα. ἐσκεύασα δ᾿ αὐτοὺς ἐγὼ, μὴ καύσας τὰ θηρία, ἀλλὰ
9. τοὺς ἐξ αὐτῶν ἀρτίσκους΄, ὥσπερ ἐπὶ τῆς θηριακῆς
10. ὑπέδειξα σκευάζεσθαι, ἀναμίξας τοῖς μετὰ τῶν θηρίων καιομένοις
11. καὶ αὐτοὺς, ἵνα ἥν περ ἔχῃ πικρότητα ἐν αὐτοῖς,
12. ἐν τῇ καύσει ταύτην ἀποβάλῃ, τοσοῦτον μέτρον τῶν ἀρτίσκων
13. προσβάλλων, ὅσον περ ἐτεκμηράμην ἔχειν τὸν ἀριθμὸν
14. τῶν τεσσάρων ἐχιδνῶν, καὶ ἀπέβησαν ὡς ἀληθῶς
15. ἄριστοι, οὔτε τὸ ἐκ τῆς καύσεως σποδῶδες ἐν τῇ γεύσει
16. ἔχοντες οὔτε μέλανες ὄντες τὴν χροιὰν, ἀλλὰ καὶ τὴν ποιότητα
17. ἐν τῇ χρήσει ἥδιστοι γενόμενοι, καὶ τὴν δύναμιν
18. πρὸς ἅπερ εἷπον αὐτοὺς ἰδίως ποιεῖν, ἐνεργεστέραν ἔχοντες.
1. οὗτός ἐστιν ὁ περὶ τῆς θηριακῆς καὶ τῶν θηριακῶν ἁλῶν
2. λόγος, φιλοπόνως, ὡς οἶμαι, ἐξετασθεὶς ὑπ᾿ ἐμοῦ μάλιστα,
3. ἐπεὶ καὶ σὺ περὶ πάντας τοὺς λόγους φιλοτίμως ἔχεις. μέμνημαι
4. γάρ σε, ὁπότε τοῖς λόγοις ἐνδόξως ἔτι δημοσιεύων
5. ἐσχόλαζες, ἢ τι λέγων πρόβλημα, κρῖναι τοὺς λέγοντας διαλιπεῖν
6. ποτε, πολλὰς ἀφορμὰς εὑρίσκειν σε φιλοτιμούντων εἰς
7. τόδε. διαλεγομένων. ἔλεγες γὰρ ὅτι καὶ οἱ θεοὶ μὴ χρῶντες
8. οὐ λαλοῦσιν. ἐνίοτε δὲ καὶ τὰ χρηστήρια σιωπᾷ, ποτὲ καὶ
9. ἡ θάλασσα τοῖς χειμῶσι τὸ πλεῖσθαι οὐκ ἔχει. τὰ δὲ ῥεῖθρα
10. τῶν ποταμῶν παύεται ῥέοντα καὶ μετὰ χρόνον ἐπιῤῥεῖν
11. πάλιν ἄρχεται καὶ ἡ γῆ τοὺς καρποὺς οὐκ ἀναφύει πάντοτε.
12. μιμησάμενος οὖν σε κᾀγὼ οὐδὲν τῶν περὶ τῆς θηριακῆς
13. ζητουμένων παρέλιπον, ἅμα καὶ σοι προτρεψάμενος ἡδέως
14. χρῆσθαι τῷ φαρμάκῳ, ἐπεὶ καὶ πολυετῆ τῆς ζωῆς τὸν χρόνον
15. ἡ χρῆσις αὐτοῦ παρέχεσθαι τετήρηται, ὄν πέρ εἰκότως
16. ἐγὼ τῶν παρὰ θεῶν γενέσθαι σοι εὔχομαι.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 19, ed. Kühn, 1827, vol. 14, p. 290-294. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:19
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩