Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 2, ed. Kühn, 1827, vol. 14, p. 214-219. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:2

10. Καὶ γὰρ ἐστὶν
12. ὡς ἀληθῶς, παρὰ τοῖς ἀνθρώποις ἅπασιν ἐνδοξότατον, διά
13. τε τὸ ἄπταιστον τῆς ἐπαγγελίας καὶ διὰ τὸ δυνατὸν τῆς
14. ἐνεργείας· οἵτε γὰρ τις δηχθείς ποτε ὑπὸ τῶν ἀναιρεῖν
15. εἰωθότων θηρίων εὐθὺς πιὼν τὴν ἀντίδοτον ἀποθανὼν
16. ἱστόρηται, οὔτ᾿ ἂν προπιὼν τις, εἶτ᾿ οὐ μετὰ πολὺ δηχθεὶς
17. ἰσχυρότερον πρὸς τὸ ἀποκτεῖναι τόν ἰὸν ἔσχε τοῦ θηρίου,
18. ὅπερ πολλάκις καὶ τῶν ἀρχόντων τινὲς, ἐξουσίαν θανάτου 
1. καὶ ζωῆς ἔχοντες. εἶτα τὸ κρῖναι τὸ φάρμακον θέλοντες,
2. εἰ τοῦθ᾿ ὅπερ ἐπαγγέλλεται, καὶ δρᾷν δύναται, ἐπὶ τῶν ἤδη
3. διά τινας πονηρὰς καὶ παρανόμους πράξεις κατακριθέντων
4. ἀποθανεῖν δοκιμάζουσιν αὐτὸ, ἡμεῖς μὲν ἐπ᾿ ἀνθρώπων
5. τὴν κρίσιν αὐτοῦ ποιεῖσθαι μὴ δυνάμενοι, ἐπί τινων ἄλλων
6. ζώων τὸ αὐτὸ δρῶντες, τὴν ἀληθῆ τοῦ φαρμάκου κρίσιν
7. εὑρίσκειν πειρώμεθα. ἀλεκτρυόνας γὰρ λαβόντες, τοὺς μὴ
8. ὅσοι γέ τινες οἰκοδίαιτοί τέ εἰσιν, καὶ ἡμῖν ὁμορόφιοι,
9. ἄγριοι δὲ μᾶλλον τυγχάνουσιν ὄντες, καὶ ξηρότερον κεκραμένοι
10. τὸ σῶμα, οὕτως αὐτοῖς προβάλλομεν τὰ θηρία, καὶ
11. τὰ μὲν εὐθέως ἀποθνήσκει τὰ μὴ πιόντα, ὅσα δὲ πέπωκεν,
12. ἰσχύει καὶ μετὰ τὸ δῆγμα τὴν ζωὴν ἔχει. δοκιμάζειν
13. δ᾿ ἐνίοτε χρὴ τὸ φάρμακον, εἰ μή ἐστι δεδολωμένον.
14. καὶ τούτῳ τῷ τρόπῳ. διδόντες γάρ τι τῶν διὰ γαστρὸς
15. καθαίρειν δυναμένων φαρμάκων, προδίδομεν τῆς θηριακῆς,
16. καὶ ὅταν δοθείσης αὐτῆς μὴ καθαίρηται ὁ λαβὼν τὸ καθαρτικὸν
17. φάρμακον, αὐτῷ δοκιμάζομεν τὴν ἀντίδοτον ἀρίστην
18. οὖσαν, ἐπειδὴ ἐκώλυσε τὴν κάθαρσιν γενέσθαι τῷ
1. λαβόντι τὸ καθαρτικὸν φάρμακον, ὡς διὰ τὴν τοιαύτην
2. κρίσιν, μή ποτ᾿ ἂν ἡμᾶς σφαλῆναι περὶ τὴν τοῦ ἀληθοῦς
3. φαρμάκου εὕρεσιν. πολλὴ γάρ ἐστιν ὑπὸ τῶν πανουργούντων
4. καὶ ἡ περὶ αὐτὸ γινομένη πανουργία, καὶ οἱ πολλοὶ
5. τῇ δόξῃ μόνῃ τῆς ἀντιδότου ἀπατώμενοι, παρὰ τῶν καπηλικῶς
6. χρωμένων τῇ τέχνῃ, πλείστῳ ἀργυρίῳ, κἂν μὴ καλῶς
7. ἐσκευασμένον ᾖ, ὠνοῦνται τὸ φάρμακον. εἰσὶ γὰρ καὶ τῶν
8. ὑγιαινόντων τινὲς οἳ ἐν ὅλῳ καὶ παντὶ τῷ ἑαυτῶν βίῳ
9. ἀδιαλείπτως χρῶνται τῷ φαρμάκῳ, μάλιστα ὅσοι διὰ τὸ
10. σκαιὸν, καὶ ἀνελεύθερον τοῦ τρόπου μὴ ζῶσιν ἀμερίμνως,
11. ἀλλ᾿ ἀεὶ πρὸς τὸ ἐπιβουλεύεσθαι τὴν ὑποψίαν τοῦ ῥᾳδίως
12. ὑπὸ τῶν ἐχθρῶν ἀποθανεῖν ἔχουσιν. ἔνιοι δὲ δι᾿ ὠφέλειαν
13. τοῦ σώματος καθ᾿ ἑκάστην ἡμέραν προσφέρονται τοῦ φαρμάκου,
14. ὥσπερ δὴ τὸν θεῖον Μάρκον καὶ ἡμεῖς οἴδαμεν ἐνθέσμως
15. ποτὲ βασιλεύσαντα, καὶ ἀκριβῶς ἑαυτοῦ διὰ τὴν
16. σύνεσιν τῇ συγκράσει τοῦ σώματος παρακολουθήσαντα, κατακόρως
17. τε, καὶ ὥς τινι τροφῇ χρησάμενον τῷ φαρμάκῳ.
18. ἐξ ἐκείνου γὰρ καὶ μᾶλλον δεδόξασται τὸ φάρμακον, καὶ
1. εἰς τὸ φανερὸν αὐτοῦ τοῖς ἀνθρώποις ἡ δύναμις τῆς ἐνεργείας
2. ἐλήλυθε. τῇ γὰρ ἐπὶ τὸν βασιλέα γενομένῃ ὑγιεινῇ
3. καταστάσει τὴν πίστιν τῆς ὠφελείας ἡ ἀντίδοτος μᾶλλον
4. προσείληφεν. ἀλλ᾿ ἐπὶ μὲν ἐκείνου τοῦ βασιλέως μόνον
5. αὐτῆς τὸ ἔργον εἰς τὴν γνῶσιν τῶν εἰδότων κοινὸν ἦν, ἐπὶ
6. δὲ τῶν νῦν μεγίστων αὐτοκρατόρων ἡ χρῆσις εἰς τὸ κοινὸν
7. ἔφθασε. πᾶσι γὰρ ἡμῖν ἔξεστι τοῖς παρ᾿ αὐτῶν κεχρῆσθαι
8. καλῶς καὶ θεραπεύεσθαι ἀφθόνως, ἄλλου παρ᾿ ἄλλου λαμβάνοντος
9. τὸ φάρμακον, ἐπεὶ μὴ μόνον τῷ παρὰ θεῶν ἔχειν
10. τὸ βασιλεύειν ὑπερέχουσιν ἁπάντων, ἀλλὰ καὶ τῷ τῶν ἀγαθῶν
11. ἁπάντων ἅπασι μεταδιδόναι ἡδέως, ὥσπερ καὶ αὐτοὶ
12. οἱ θεοὶ, ἐν τῷ ἴσῳ καὶ τοσούτῳ τὴν εὐφροσύνην ἔχοντες.
13. ἐν ὅσῳ περ καὶ οἱ ἀπ᾿ αὐτῶν διασωζόμενοι διατίθενται,
14. καὶ νομίζοντες τὸ μέγιστον εἶναι τῆς βασιλείας μέρος τὴν
15. τοῦ κοινοῦ σωτηρίαν, ὅπερ δὴ καὶ μᾶλλον ἐπ᾿ αὐτῶν τεθαύμακα.
16. οὐ γὰρ περὶ τοῦτο τὸ φάρμακον μόνον τὴν σπουδὴν
17. ἔχουσιν, ἀλλ᾿ οὕτως εἰσὶ περὶ πάντα φιλότιμοι, ὡς εἴ
18. ποτέ τινι τῶν φίλων αὐτοῦ χρεία γένοιτο, θαυμαστὸν ὅπως
1. ἐξ ἑτοίμου, καὶ μετὰ πολλῆς τῆς προθυμίας κοινωνοῦσι τῶν
2. φαρμάκων. οὐ γὰρ περιμένοντες τὴν ἀνάγκην τῆς χρήσεως,
3. τότε καὶ σκευάζουσιν αὐτὰ, ἀλλὰ πρὸς τὸ τάχος τῆς τῶν
4. καιρῶν ὀξύτητος ἑτοίμην καὶ τὴν παρασκευὴν αὐτῶν φιλοκάλως
5. ἔχουσιν. ὁπότε γοῦν Ἀντίπατρος, ὁ τὰς Ἑλληνικὰς
6. ἐπιστολὰς αὐτῶν πράττειν πεπιστευμένος, καὶ διὰ
7. τὸ σεμνὸν τοῦ ἤθους καὶ διὰ τὴν ἐν τοῖς ῥητορικοῖς λόγοις
8. ἐντελῆ παιδείαν μεγάλως ὑπ᾿ αὐτῶν τιμώμενος, τῇ νεφριτικῇ
9. διαθέσει περιπεσὼν, δεινὰ καὶ ἀνήκεστα ὑπὸ τοῦ πάθους
10. ἔπασχεν, ἀξιέπαινον αὐτῶν εἶδον τὴν περὶ τοὺς φίλους
11. εἰς τὸ σώζεσθαι σπουδὴν, καὶ θαυμαστὴν τὴν περὶ τὴν
12. ἰατρικὴν φιλοτιμίαν. οὕτω γὰρ πρὸς τὸ ποικίλον καὶ διάφορον
13. τῶν συμπτωμάτων ἐνιστάμενοι ἀντηγωνίζοντο τῷ πάθει
14. διὰ τῶν καλλίστων φαρμάκων, ὡς τῶν ἰατρῶν οἱ ἄριστοι,
15. καὶ τὸν πάντα βίον περὶ τὴν ἄσκησιν αὐτῆς ἠσχολημένοι.
16. τὴν δὲ πάντα μοι φιλτάτην Ἀῤῥίαν, καὶ αὐτὴν ὑπ᾿
17. αὐτῶν ἐξόχως ἐπαινουμένην, διὰ τὸ φιλοσοφεῖν ἀκριβῶς,
18. καὶ τοῖς Πλάτωνος μάλιστα χαίρειν λόγοις, ἀνέσωσάν
1. ποτε νοσήσασαν οὐ παρέργως καὶ τὸν στόμαχον ἐκλελυμένον
2. ἔχουσαν, καὶ κειμένην οὕτως ὑπτίαν, ὡς μηδὲ τὰς
3. τροφὰς δύνασθαι λαμβάνειν, καὶ διὰ τοῦτο εἰς τὸν τῆς
4. ἀτροφίας κίνδυνον ἐλθεῖν· ὅτε δὴ καὶ ὡς οἱ ἐμπειρότατοι
5. τῶν ἰατρῶν ἐθεράπευσαν τὴν γυναῖκα, ὑποδείξαντος ἐμοῦ,
6. τὸν ἀψινθίτην οἷον παρασχόντες αὐτῇ πιεῖν· πιοῦσα γὰρ
7. εὐθέως ἀνεῤῥώσθη τε τὸν στόμαχον, καὶ ταχέως ἀπείληφε
8. τῆς ὀρέξεως τὸ ἔργον. τὸ δὲ ἐπὶ τοῦ σοῦ παιδὸς γενόμενον
9. εἰκὸς ὅτι καὶ μνημονεύεις ἔτι ὁπότε γὰρ γενομένης
10. τῆς ἀποστάσεως σὺ μὲν, ὡς χρηστὸς πατὴρ, ὀκνηρότερον
11. εἶχες πρὸς τὴν τομὴν, ἤπειγε δὲ ὁ καιρὸς ἀποκριθῆναι τὸ
12. ἐγκείμενον ὑγρὸν, δόντες αὐτοὶ τὸ φάρμακον ἀπήλλαξαν
13. ἡμᾶς τῆς μεγάλης ἐπ᾿ αὐτῷ φροντίδος· ἐπιτεθεῖσα γὰρ ἡ
14. ἔμπλαστρος διεῖλε μὲν τὸ ἐπικείμενον σῶμα ὀξύτερον τῆς
15. τομῆς, ἐκένωσε δὲ πᾶν τὸ ὑγρὸν τὸ ὑποκείμενον, ὡς μηκέτ᾽
16. ἔχειν διὰ τοῦτο τὸ παιδίον τὰς ἀλγηδόνας.

Cliquer un n° de page pour en afficher l’image