17. Ταύτην οὖν ἔχοντες περὶ ταῦτα τὰ
2. φάρμακα, ὡς ὁρᾷς, τὴν βασιλικὴν φιλοκαλίαν, εἰκότως καὶ
3. τὴν θηριακὴν σκευάζουσιν ἐπιμελῶς, καὶ ἓν ἕκαστον ὧν
4. μιγνύουσιν ἀκριβῶς δοκιμάζοντες αὐτοὶ, ὡς μηδὲν παρορᾷν,
5. καὶ διὰ τοῦτο θαυμαστῶς τὴν ἀντίδοτον ἀποτελεῖν τὰ ἔργα·
6. καὶ γάρ ἐστιν, ὡς οἶδας, ποικιλίαν ἔχουσα τοῖς μίγμασι καὶ
7. πολυειδῆ τὴν χρῆσιν ἐν τοῖς ἔργοις. τεθαύμακα γοῦν ἐγὼ
8. τὸν πρῶτον ποιησάμενον αὐτῆς τὴν σκευασίαν. καί μοι
9. δοκεῖ μήτ᾿ ἀλόγως, ἀλλ᾿ ἀκριβεῖ τινι λογισμῷ, καὶ βεβασανισμένῃ
10. πάνυ τῇ φροντίδι πεποιῆσθαι αὐτῆς τὴν σύνθεσιν·
11. οὐ γὰρ ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ ἄνευ λόγου
12. κατὰ τὰς φύσεις ἕκαστον ἀτέχνως ἰατρεύοντες αἰσχρῶς τὰ
13. μὲν ἐξ ὀνειράτων, τὰ δὲ καὶ παρ᾿ αὐτῆς τῆς τύχης λαβεῖν
14. φασιν εἰς τὴν τέχνην τὰ φάρμακα, οὕτω καὶ ἡμεῖς περὶ
15. τὴν ἰατρικὴν σπουδάζομεν, ἀλλ᾿ ὅσα μὲν ὁ λόγος αὐτὸς
16. πρῶτος καὶ μόνος ἐξευρίσκειν δύναται, ταῦτα ἀκριβῶς
17. παντὶ τῷ λογισμῷ ζητοῦντες φιλοπόνως εὑρίσκομεν, ὅσα δὲ
18. εὑρεῖν ἀδυνατεῖ, ταῦτα διὰ τῶν αἰσθήσεων τῇ πείρᾳ κρίνομεν,
1. πολλάκις μηδ᾿ αὐτῇ μόνῃ καὶ μιᾷ τῇ αἰσθήσει πιστεύοντες
2. αὐτῶν ποιεῖσθαι τὴν κρίσιν· οὔτε γὰρ τὴν τίτανον,
3. ὅτι λευκή ἐστιν ὥσπερ ἡ χιὼν, τῇ ὄψει μόνον ὡς
4. ψύχουσαν κρίνειν αὔταρκες εἶναι νομίζομεν· οὔθ᾿ ὅτι τὸ
5. ῥόδον, διὰ τὸ ἐρυθρὸν εἶναι, διὰ τοῦτο καὶ θερμαίνειν
6. αὐτὸ εὐθέως πεπείσμεθα, ἀλλ᾿ ἅμα τῇ ὄψει καὶ τὴν αἴσθησιν
7. τῆς ἁφῆς προσπαραλαμβάνοντες τὴν μὲν, ὅτι θερμαίνειν
8. μέχρι τοῦ καίειν ἀδιαψεύστως εὑρίσκομεν, τὸ δὲ
9. ῥόδον ἀντιπαραλαμβανόμενοι τῆς ἐπ᾿ αὐτοῦ ψύξεως, ὅτι τῶν
10. ἐμψυχόντων ἐστὶν, ἀκριβῶς ἐπιστεύσαμεν. καὶ οὕτω λοιπὸν
11. ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν δυνάμιν διὰ τῆς
12. αὐτῆς αἰσθήσεως κρίνοντες εὑρίσκομεν, τὸ μὲν ὅτι τόδε
13. ἐστὶν ἁλμυρὸν, ἢ ὀξὺ, τὸ δ᾿, ὅτι πικρὸν, ἢ γλυκὺ, τῇ
14. γεύσει δοκιμάζοντες αὐτά· τὸ δ᾿ ὅτι τὸ μὲν θερμαίνει, τὸ
15. δὲ ψύχει, καὶ ἄλλο ὑγραίνει, ἕτερον δὲ ξηραίνει, ἡ διὰ τῆς
16. ἁφῆς ἀντίληψις γνωρίζειν ἡμῖν παρέσχε. πολλὰ δ᾿ αὐτῶν
17. διὰ τῆς ὀδμῆς κρίνειν ἐπινοοῦμεν, καὶ τὸ μὲν εὔτονον τῆς
18. δυνάμεως ἐκ τοῦ πληκτικοῦ τῆς ἀποφορᾶς εὑρίσκομεν, τὸ
1. δ᾿ ἄτονον τῆς ἰσχύος διὰ τῆς ἐκλύσεως τοῦ ὀσφραντοῦ.
2. γνωρίζωμεν δ᾿ εἰ δόκιμόν τε καὶ μὴ, κριτήριον τῶν
3. ἁπλῶν φαρμάκων τὰς ἑαυτῶν αἰσθήσεις ποιησάμενοι, καὶ
4. ταύταις αὐτὰ πειράσαντες τὸ πρῶτον, καὶ διὰ τῆς χρήσεως
5. τε καὶ αἰσθήσεως τὸ πιστὸν αὐταῖς ἐργασάμενοι, οὕτω λοιπὸν
6. προσάγοντες τῇ πείρᾳ τὸν λόγον, καὶ εἰς πάντα ὁδηγῷ
7. χρώμενοι, καὶ τοῖς ἁπλοῖς φαρμάκοις δεόντως χρώμεθα, καὶ
8. τὴν σύνθεσιν αὐτῶν τῇ τοῦ λόγου τέχνῃ ἀρίστην ποιούμεθα.
9. ἐκμαθόντες γὰρ ἑκάστου τῶν παθῶν τὴν φύσιν, καὶ
10. τὸ πολὺ καὶ διάφορον τῆς τῶν ἁπλῶν κράσεως εἰδότες,
11. οὕτω σκευάζομεν τὰ σύνθετα τῶν φαρμάκων ἑκάστῳ τῶν
12. νοσημάτων, τὸ συμφέρον διὰ τῆς ποικίλης αὐτῶν σκευασίας
13. ποιούμενοι, καὶ πρὸς ἕκαστον τῶν ἀνθρώπων, ὅπως αὐτῷ
14. κατεσκεύασται τὸ σῶμα, διὰ τοῦ τρόπου τῆς φαρμακείας
15. ἐντέχνως ἁρμοσάμενοι· πολλὴ γὰρ ἐστὶν, ὡς οὐκ ἀγνοεῖς,
16. παροῦσα ἡμῖν εἰς τὴν χρῆσιν ἡ τῶν φαρμάκων περιουσία,
17. καὶ οὕτως διάφορος, ὡς μὴ μόνον αὐτῆς ἐν τῇ συνθέσει τὸ
18. ποικίλον τῆς δυνάμεως ὁρᾶσθαι δύνασθαι, ἀλλὰ καὶ τῶν
1. ἁπλῶν φαρμάκων, τὰ μὲν ἐξ ὅλης αὐτῶν τῆς οὐσίας, μίαν
2. τινὰ καὶ ἁπλῆν ἐπιδείκνυται τὴν δύναμιν, ὥσπερ ἡ σκαμμωνία
3. ξανθὴν χολὴν ἕλκουσα φαίνεται. τὸ δὲ ἀπὸ τῆς Ἀττικῆς
4. ἐπίθυμον, τὸν τῆς μελαίνης χυμὸν διὰ τῆς κοιλίας
5. καθαῖρον ὁρᾶται, καὶ ὁ κνίδιος κόκκος τοῦ φλέγματος, καὶ
6. παντὸς τοῦ ὑδατώδους περιφανῶς ἄγωγός ἐστι. ταῦτα γὰρ
7. τὰ φάρμακα ἐκ παντὸς αὐτῶν τοῦ μέρους καὶ ἐξ ὅλης
8. ἑαυτῶν τῆς οὐσίας τὴν ὁλκὴν τῶν χυμῶν τούτων ποιεῖσθαι
9. φαίνεται. μὴ γὰρ πιστεύομεν Ἀσκληπιάδῃ τῷ ἀπὸ τῆς
10. Βιθυνίας ἰατρῷ, παρὰ τὸν καιρὸν ἐκεῖνον λέγοντι, ὅτε ἤδη
11. καὶ ὁ ἄνθρωπος καθαίρεται, τότε καὶ τοὺς χυμοὺς τούτους
12. εὐθέως κατά τινα μεταβολὴν γίγνεσθαι· διὰ τὴν γὰρ
13. τῶν ὄγκων τε καὶ πόρων ἐξ ἀρχῆς αὐτῷ γενομένην τοῦ
14. σώματος ὑπόθεσιν, τούτῳ ἀνάγκην ἔχοντι τῆς φύσεως ἀναιρεῖν
15. τὰ ἔργα, ἀκόλουθον ἦν καὶ τοῦτον περὶ τῶν χυμῶν
16. λέγειν τὸν λόγον, ὡς ἀλόγου καὶ παντάπασιν ἀδυνάτου
17. ὄντος τοῦ ὑπ᾿ αὐτοῦ λεγομένου. τίς γὰρ ἂν πιστεύσειε νοῦν
18. ἔχων ἐν τοσούτῳ τάχει ἅμα τῷ προσάγειν τοῦ σώματος
1. τὸ φάρμακον εὐθέως καὶ τοῦ μέλλοντος ἐκκρίνεσθαι χυμοῦ
2. γίγνεσθαι τὴν οὐσίαν ; τίς δ᾿ οὐκ ἂν πεισθείη ῥᾳδίως τοὺς
3. χυμοὺς τούτους, καὶ πρότερον κατὰ φύσιν εἶναι τοῖς σώμασιν,
4. ὁρῶν τὸν μὲν ἰκτεριῶντα παρὰ τὸν καιρὸν τοῦ λαβεῖν
5. τὸ χολαγωγὸν φάρμακον, ταχέως τε καθαιρόμενον τὴν
6. τοσαύτην χολὴν, καὶ τοῦ πάθους εὐκόλως ἀπαλλασσόμενον;
7. τὸν δὲ ὑδεριῶντα οὐδαμῶς τινι φαρμάκῳ, πᾶν τὸ ἐγκείμενον
8. ὕδωρ τῇ γαστρὶ, ἅμα τῷ λαβεῖν αὐτίκα μάλα κενούμενον,
9. καὶ ἐκ τῆς τοσαύτης παραχρῆμα κενώσεως, μηδ᾿ ὁτιοῦν,
10. ἢ ὀλίγιστόν γε πάνυ τὸ ὑγρὸν ἐγκείμενον τοῖς σώμασιν ἔχοντα.
11. ἀλλὰ ταῦτα ὁ μὲν Ἀσκληπιάδης παιδαριωδῶς τῇ ἀνάγκῃ
12. τοῦ δόγματος δουλεύων, ὡς ἔφην, διὰ τὸ φιλόδοξον,
13. οὐ προσποιεῖται βλέπειν, καὶ πάντα μᾶλλον πιθανῶς πλαττόμενος
14. εὑρίσκειν βούλεται, ἤπερ ἑκάστου τῶν φαρμάκων
15. τὸ οἰκεῖον τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν. ἡμεῖς
16. δὲ ταῦθ᾿ ὁρῶντες, καὶ τῷ λόγῳ τῆς ἑκάστου φύσεως τῶν
17. φαρμάκων, τὸ οἰκεῖον τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν
18. τὸ δυνατὸν εἰδότες, κᾀνταῦθ᾿ ὅτι φάρμακα φυσικῇ τινι
1. δυνάμει ἕλκειν τὰ οἰκεῖα πέφυκεν ἀκριβῶς ἐπιστάμεθα,
2. ὥσπερ καὶ ἐν τῷ τὴν Μαγνῆτιν λίθον ἕλκειν τὸν σίδηρον
3. εἰς ἑαυτὴν, δύναμίν τινα ἑλκτικὴν εἶναι αὐτῇ, τὴν ἔμφυτον
4. δύναμιν εὐλόγως ἑαυτοὺς ἐπείσαμεν. θεὸς γὰρ οὖσα ὥσπερ
5. ἡ ἐν ἡμῖν φύσις, κατὰ τὸν Ὅμηρον, καὶ ἄγουσα τὰ ὅμοια
6. πρὸς τὰ ὅμοια, οὕτω τὰς θείας δυνάμεις ἑαυτῆς
7. ἐπιδείκνυται.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 3, ed. Kühn, 1827, vol. 14, p. 219-225. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩