Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 4, ed. Kühn, 1827, vol. 14, p. 225-229. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:4

8. Καὶ τῶν ἄλλων δὲ ἁπάντων τὴν φύσιν
12. φιλοτίμως ἐξετάζομεν, ἵνα καὶ τὴν δύναμιν αὐτῶν καθ᾿ ἣν
13. ἐνεργεῖ ἀκριβῶς μάθωμεν. εὑρίσκομεν γοῦν ἐν τῇ ἐξετάσει
14. αὐτῶν γενόμενοι τὰ μὲν, ὡς ἔφην, καθ᾿ ὅλας ἑαυτῶν
15. ἐνεργοῦντα τὰς οὐσίας, τὰ δὲ καὶ μικτὸν ἐν τῇ οὐσίᾳ τὴν
16. δύναμιν ἔχοντα καὶ διπλῆν ἀποτελοῦντα τὴν ἐνέργειαν
17. οὕτω φανερῶς πολλάκις, ὡς καὶ τὰ ἐναντιώτατα ὑπ᾿ αὐτῶν
18. ἐπὶ τοῦ σώματος γιγνόμενα ἡμᾶς βλέπειν, καὶ θαῦμα τοῖς
1. ὁρῶσι τὸ τοιοῦτον εἶναι δοκεῖν. λαπάθου γοῦν εἵ τις μὲν
2. τὰ φύλλα φάγοι, τὴν κοιλίαν ἐκταράσσεται εἰ δέ τις τὸ
3. σπέρμα λάβοι, ἐπεχομένην αὐτὴν ἔχει. ὁμοίως δ᾿ οὖν καὶ
4. ὁ τῆς κράμβης χυλὸς καὶ τῶν γερόντων ἀλεκτρυόνων ὁ ζωμὸς
5. καὶ τῶν ἀπὸ τῆς θαλάττης κοχλιῶν οἱ χυμοὶ ληφθέντες
6. ἐκταράσσουσι τὴν κοιλίαν. τὸ δὲ λάχανον αὐτὸ ἡ
7. κράμβη, καὶ τούτων αἱ σάρκες ἐσθιόμεναι, ἐπέχουσιν αὐτάς.
8. ἡ δὲ ἀλόη καὶ ἡ τοῦ χαλκοῦ λεπὶς στύφει τε τὰς
9. ὑπὸ τῶν ἑλκῶν ὑπεραυξανομένας σάρκας, καὶ ἐπιξηραίνει
10. πολλάκις τὰ ὑπ᾿ αὐτοῖς γιγνόμενα ῥεύματα, ληφθέντα δὲ
11. διὰ τοῦ στόματος καθαρτικὰ τοῦ ὅλου σώματος γίνονται.
12. τὸ δὲ γάλα διαιρούμενον ὑφ᾿ ἡμῶν ἐναντίας ἐν τῇ χρείᾳ
13. δυνάμεις ἐπιδείκνυται. ὁ μὲν γὰρ ὀῤῥὸς αὐτοῦ πινόμενος
14. ἐκλύει τὴν γαστέρα, ἐσθιόμενος δὲ ὁ τυρὸς ἐπέχει αὐτὴν
15. ἀκριβῶς. ἔνια δὲ οὕτως τι παράδοξον ἐργάζεται ἐν τῇ μίξει
16. τῶν ἐν αὐτῇ μιγνυμένων δυνάμεων, ὡς καὶ ἀδύνατον
17. εἶναι γενέσθαι τοῖς ἀκούουσι δοκεῖν, εἰ μὴ τὴν παρὰ τὴν
18. γινομένην διὰ τῆς ὄψεως πίστιν παρὰ τοῦ γινομένου λάβωσι.
19. τὸ γοῦν τρίφυλλον ἡ βοτάνη, ἥτις ὑακίνθῳ ὡμοίωται,
1. ὁπόταν τοῦ ἔαρος ἐγκύμων γένηται, καὶ τὸ σπέρμα
2. ὅμοιον ἔχῃ τῇ ἀγρίᾳ κνίκῳ, ὅταν τις ἀφεψήσῃ πάνυ, εἶτα
3. τῷ δήγματι τοῦ φαλαγγίου ἢ καὶ τοῦ ἔχεως τῷ ὕδατι
4. ἐπαντλήσει, ἰᾶται αὐτὸ καὶ εὐθέως ἀνώδυνον ἐργάζεται. εἰ
5. δέ τις ἐπ᾿ ἄλλου μὴ δεδηγμένου τὸν ὑγιῆ τόπον τῷ αὐτῷ
6. ἐπαντλήσει καταντλήματι, τὴν αὐτὴν αἴσθησιν καὶ τὰς
7. αὐτὰς ὀδύνας ὁμοίας τῷ δεδηγμένῳ πάσας ἀποτελεῖ, ὡς
8. εἶναι τὸ γινόμενον ἀληθῶς θαύματος ἄξιον, τὴν αὐτὴν βοτάνην
9. καὶ ἰᾶσθαι τὸ δῆγμα καὶ ὁμοίως τοῖς θηρίοις διατιθέναι
10. τὸν ὑγιῆ τόπον πονηρῶς. τινὰ δὲ τῶν φαρμάκων
11. τὴν ἀρχὴν οὐδὲ ὅλως ἐστὶ τοῖς ἀνθρώποις σύντροφα. τὸ
12. γοῦν κώνειον τοὺς μὲν ψάρους τρέφει καὶ τὴν θανατικὴν
13. δύναμιν ἐπ᾿ αὐτῶν οὐκ ἔχει, ἡμᾶς δὲ, ὡς οὐκ ἀγνοεῖς,
14. ἀναιρεῖ. καὶ ὁ ἑλλέβορος τῶν μὲν ὀρτύγων ἐστὶ τροφὴ, τοὺς
15. δὲ ἀνθρώπους διαφθείρει κακῶς. ἔνια δὲ εὑρίσκομεν καὶ
16. μερῶν τινων ἐν τῷ σώματι τὴν κάκωσιν ἰδίως ποιούμενα.
17. ὁ γοῦν θαλάττιος λαγωὸς ἑλκοῖ τὸν πνεύμονα καὶ ἡ κανθαρὶς
1. ἰδίως τὴν κύστιν κακοῖ. πολλὰ δὲ τῶν φαρμάκων
2. πάλιν ἐξαιρέτως τινὰ τῶν μερῶν τοῦ σώματος ὠφελεῖν πέφυκε.
3. πάσχον γοῦν τὸ ἧπαρ πολλάκις εὐπατόριος ἡ βοτάνη
4. ἀγωνιστικῶς ὠφέλησε, καὶ ἡ μυροβάλανος τὸν σπλῆνα
5. ὤνησε. τὸ δὲ σαρξιφαγὲς καὶ ἡ βετονίκη τοὺς νεφροὺς
6. διέθηκε καλῶς, καὶ ὁμοίως ἄλλα ἐστὶν ἄλλων, ὡς τῇ πείρᾳ
7. τετηρήκαμεν, οἰκεῖα φάρμακα, ἅπερ ἡμεῖς, ὡς ἔφην, ἀκριβῶς
8. ἐξετάζοντες οὕτως ἑκάστῳ τῶν παθῶν τὴν κατάλληλον
9. προσφορὰν ποιούμεθα, διδασκάλῳ καὶ τούτων, ὥσπερ καὶ
10. τῶν ἄλλων ἁπάντων, Ἱπποκράτει τῷ ἀρίστῳ χρώμενοι. ὅτι
11. γὰρ ἀκριβεστάτην τὴν περὶ τῶν φαρμάκων τέχνην πεποίηται
12. καὶ ἐξ ἄλλων πλείστων ὑπ᾿ αὐτοῦ λεγομένων ἔστιν
13. ἰδεῖν, μάλιστα δὲ ἐξ ὧν φησιν ἐν τῷ β΄ τῶν ἐπιδημιῶν
14. οὕτω· φαρμάκων δὲ τρόπους ἴσμεν ἐξ ὧν γεγένηται
15. ὁκοῖα ἄττα. οὐ γὰρ πάντες ὁμοίως, ἀλλ᾿ ἄλλοι ἄλλως
16. σύγκεινται, καὶ ἄλλα ὅσα πρωϊαίτερον, ἢ ὀψιαίτερον ληφθέντα,
17. καὶ οἱ διαχειρισμοὶ, οἷον ξηρᾶναι, ἢ κόψαι, ἢ
18. ἑψῆσαι, καὶ τὰ τοιαῦτα, ἕως τὰ πλεῖστα μειώσει πλείω
1. καὶ ὁκοῖα ἑκάστῳ καὶ ἐφ᾿ οἷσι νοσήμασι, καὶ ἐφ᾿ ᾗ τε τοῦ νοσήματος
2. ἡλικίᾳ, ἰδέᾳ, καὶ διαίτῃ ὁκοίᾳ, ἢ ὥρῃ ἔτεος, ὁκοίως
3. ἄγωμεν, καὶ τὰ τοιαῦτα. διὰ γὰρ τούτων, ὡς ὁρᾷς, καθολικώτερον
4. ἡμᾶς διδάσκει, παραινῶν καὶ τὰς φύσεις τῶν φαρμάκων
5. εἰδέναι, καὶ τὸν καιρὸν ἐξετάζειν, ἐν ᾧ τις τὸ φάρμακον
6. μέλλει λαμβάνειν, καὶ τὰς κράσεις τῶν λαμβανόντων ἐπιβλέπειν.
7. εἰσὶ γὰρ ὡς ἀληθῶς οἱ μὲν εὐκόλως λαμβάνειν δυνάμενοι,
8. ὡς καὶ πέπτειν αὐτὰ πολλάκις, ἢ κατὰ μηδὲν ὑπ᾿ αὐτῶν
9. κακοῦσθαι, ἀλλ᾿ ἐνίοτε καὶ τροφὴν αὐτοῖς γίνεσθαι αὐτὸ τὸ
10. φάρμακον. ἔνιοι δὲ ἀφυῶς οὕτως ἔχουσι πρὸς τὰς φαρμακείας
11. ὡς μηδὲ τὴν ἀρχὴν αὐταῖς χρῆσθαι δύνασθαι, ἀποστρέφεσθαί
12. τε αὐτοῖς τὸν στόμαχον καὶ πρὸ τῆς χρήσεως ἐκλύεσθαι
13. ῥᾳδίως.

Cliquer un n° de page pour en afficher l’image