14. Ταῦτα γοῦν, ὡς ἔγωγε νομίζω, καὶ
17. τῶν παλαιῶν ἰατρῶν οἱ ἄριστοι παρ᾿ αὐτοῦ μαθόντες οὕτως
18. ἀρίστας καὶ τὰς συνθέσεις ἐποιοῦντο τῶν φαρμάκων,
1. ἐκ τῆς ἑκάστου φύσεως αὐτῶν τὴν τέχνην τῆς συνθέσεως
2. ποιούμενοι, καὶ τὰ μὲν ἐπιτεταμένα ταῖς ποιότησιν αὐταῖς,
3. τῇ τῶν ἄλλων μίξει καθαιροῦντες, ὁμοίως δὲ καὶ ἀμβλύνοντες
4. τὰ δριμέα, καὶ ὅλως πρὸς τὴν ἑκάστου λοιπὸν τῶν παθῶν
5. διαφορὰν καὶ τῶν ἀνθρώπων τὴν σύγκρισιν ἐντέχνως
6. τοῖς φαρμάκοις χρώμενοι. διόπερ οἶμαι καὶ ταύτην τὴν
7. θηριακὴν, περὶ ἧς ἡμῖν ὁ πᾶς οὗτος λόγος φιλοτίμως τετεχνολόγηται,
8. ἐκ πλείστων καὶ τῶν καλλίστων φαρμάκων
9. ἐσκεύασαν. λογισάμενοι γὰρ τῶν πονηρῶν θηρίων τὰ δήγματα
10. ὅτι ἐστὶν ἄφυκτα, καὶ τῶν δηλητηρίων φαρμάκων
11. τὰ συμπτώματα ὅτι ἐστὶ θανατικὰ, προσεπιλογισάμενοι δὲ
12. καὶ τὴν τῶν ἀνθρώπων ἐν ταῖς φύσεσι πολλὴν οὖσαν διαφορὰν,
13. καὶ ὅτι ἄλλο φάρμακον ἄλλῳ ἁρμόζειν πέφυκεν, εἰκότως
14. αὐτῆς ἀκριβῆ τε καὶ ποικίλην ἐποιήσαντο τὴν σκευασίαν,
15. ὡς διὰ τοῦτο καὶ ἀπταίστως αὐτὴν ἐπὶ τούτων
16. ἁπάντων τυγχάνειν τοῦ τέλους, καὶ διὰ τὸ ἀναγκαῖον τῆς
17. χρείας, καὶ περισπούδαστον πάνυ τοῖς ἀνθρώποις γενέσθαι.
18. οὐδὲν γὰρ ἐμοὶ τῶν ἐν τῷ βίῳ χαλεπώτερον εἶναι δοκεῖ τῶν
1. δηλητηρίων φαρμάκων καὶ τῶν δακετῶν θηρίων. τὰ μὲν
2. γὰρ ἄλλα τῶν δεινοτάτων καὶ φυλακὴν ἔχει τὴν ἀπ᾿ αὐτῶν
3. φυγὴν, ταῦτα δὲ τὴν μεγίστην τοῖς ἀνθρώποις ἐπιβουλὴν
4. ἐργάζεται. διὰ γὰρ τὸ ἀφύλακτον τὶς οὐκ εἰδὼς ἑαυτῷ
5. πολλάκις προσφέρει τὸ φάρμακον, καὶ ἄλλως ἀγνοῶν, εἶτα
6. δηχθεὶς ὑπό τινος θηρίου αἰφνίδιον τελευτᾷ. ἐμοὶ δὲ καὶ
7. ἐξ ἱστορίας τὶς ἐμήνυσε λόγος ὡς ἄρα πολεμεῖν Ῥωμαίοις
8. τὶς ἐθέλων καὶ τὸ δυνατὸν ἐκ τῆς στρατιωτικῆς τάξεως
9. οὐκ ἔχων, ἄνθρωπος δὲ, φησὶ, Καρχηδόνιος οὗτος, ἐμπλήσας
10. πολλὰς χύτρας θηρίων τῶν ἀναιρεῖν ὀξέως δυναμένων,
11. οὕτως αὐτὰ προσέβαλε πρὸς τοὺς πολεμίους. οἱ
12. δὲ τὸ πεμπόμενον οὐ νοοῦντες καὶ διὰ τοῦτ᾿ ἀφύλακτοι μένοντες,
13. οὐ γὰρ ἦν τοιαῦτα εἰθισμένα ἐν τοῖς πολεμίοις
14. πέμπεσθαι βέλη, ταχέως πίπτοντες ἀπέθνησκον· καὶ διὰ
15. τοῦτο πολλάκις ὁ ἄνθρωπος οὗτος τῇ τοιαύτῃ πρὸς τὸ πολεμεῖν
16. πανουργίᾳ, ὥσπερ τι καὶ αὐτὸς θηρίον ὑπάρχων,
17. διέφυγε τῶν ἐναντίων τὰς χεῖρας. διόπερ οἶμαι, καὶ εἰς
18. τὰς τοιαύτας χρείας ὑμῖν τοῖς ὑπερέχουσι καὶ τοῖς τῶν
1. στρατοπέδων ἄρχουσιν, ἀναγκαῖον ἔχειν καὶ τοῦτο τὸ
2. φάρμακον, διὰ τὴν τοῦ πολεμεῖν ἐνίοτε γινομένην ἀνάγκην.
3. πάλαι μὲν οὖν καὶ ἄνευ τῆς τῶν θηρίων μίξεως σκευαζόμενον
4. τὸ φάρμακον ὁμοίως ἐποίει πρὸς τὰ τοιαῦτα καρτερῶς.
5. ἀεὶ δὲ τῶν ἰατρῶν φιλοτίμως πρὸς τὴν κατασκευὴν
6. αὐτῆς ἐχόντων καὶ ἄλλο συμμίσγειν ἐπινοούντων, οὕτως τὶς
7. προσεπενόησε καὶ ἔμιξεν αὐτῇ τὰ θηρία. Ἀνδρόμαχος δὲ,
8. φασὶν, οὗτος ἀνὴρ ἦν ἀξιόλογος ἰατρὸς, καὶ οὐ πολὺ πρὸ
9. ἡμῶν γεγενημένος. συνῆν γὰρ τῷ Νέρωνι, ᾧ καὶ προσεφώνησε,
10. γράψας αὐτὴν ἔπεσι, καὶ τὴν ἐπαγγελίαν καὶ τὴν
11. σκευασίαν. καὶ παραθήσομαί γέ σοι αὐτὰ τὰ ἔπη, ἵνα μηδὲ
12. τούτων ἀνίστορος ᾖς, οὕτω φιλόκαλος ὢν, ἐκεῖνο πρότερον
13. εἰπὼν, ὅτι διὰ τὸ τὸν ἐπινοήσαντα μῖξαι τῷ φαρμάκῳ τὰ
14. θηρία εἰκότως, οὐχ ὅτι μόνον πρὸς τὰ ἀπ᾿ αὐτῶν δήγματα
15. ἁρμόζει καλῶς, θηριακὴ ἂν λεχθείη πρὸς ἡμῶν, ἀλλ᾿ ὅτι
16. καὶ αὐτὰ τὰ θηρία λοιπὸν ἐν τῇ σκευασίᾳ μιγνύμενα ἔχει,
17. προσηκόντως ἐξ ἀμφοτέρων τῶν σημαινομένων ἑτοίμως ἂν
18. θηριακὴ λέγοιτο. ἔστι δὲ τὰ ἔπη ταῦτα.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 5, ed. Kühn, 1827, vol. 14, p. 229-232. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩