3. Τούτων οὖν
6. τῶν ἐπῶν οὐκ ἀφυῶς ὑπὸ τοῦ ἀνδρὸς γενομένων σκέψασθαι
7. ἀναγκαῖον ἔμοιγε δοκεῖ, τί δή ποτε πολλῶν ὄντων τῶν τοιούτων
8. θηρίων οὐχὶ τῶν ἄλλων τινὸς, ἀλλὰ τῶν ἐχιδνῶν τὰς
9. σάρκας ἐπιτηδείους εἰς τὴν μίξιν εἶναι νομίζομεν. αὐτὸς
10. μὲν γὰρ, ὡς ὁρᾷς, περὶ τούτων οὐδὲν ἔγραψεν· ἐμοὶ δὲ
11. δοκοῦσι τῶν ἄλλων θηρίων αὗται μὴ τοσαύτην ἐν τοῖς σώμασι
12. τὴν φθοροποιὸν δύναμιν ἔχειν. ὁ μὲν γὰρ βασιλίσκος,
13. ἔστι γὰρ τὸ θηρίον ὑπόξανθον, καὶ ἐπὶ τῇ κεφαλῇ τρεῖς
14. ὑπεροχὰς ἔχον, ὥς φασιν, ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων
15. ἀκουσθεὶς ἀναιρεῖ τοὺς ἀκούσαντας καὶ τοὺς ἰδόντας
16. αὐτόν· καὶ ὅτι τῶν ἄλλων ζώων, εἴ τι καὶ ἅψαιτο τοῦ
1. ζώου ἀνῃρημένου, καὶ αὐτὸ τελευτᾷ εὐθέως, καὶ διὰ τοῦτο
2. πᾶν αὐτοῦ τὸ γένος τῶν ἄλλων θηρίων ἐγγὺς εἶναι φυλάττεται.
3. ὁ δὲ δρύϊνος ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν
4. βίον ποιούμενος οὕτως πονηρός ἐστι πρὸς τὸ διαφθεῖραι
5. κακῶς, ὥστε εἴ τις, φασὶν, αὐτοῦ ἐπιβαίη, ἐκδέρεσθαι
6. αὐτοῦ τοὺς πόδας, καὶ οἴδημα πολὺ γίνεσθαι καθ᾿ ὅλων
7. τῶν σκελῶν. καὶ ἔτι τὸ θαυμασιώτερόν φασιν, ὅτι καὶ
8. εἰ θεραπεύειν τις ἐθέλοι, τούτων τὰς χεῖρας ἐκδέρεσθαι. εἰ
9. δέ τις καὶ ἁμιλλώμενος αὐτὸ ἀποκτεῖναι βούλοιτο τὸ θηρίον,
10. λέγουσιν αὐτὸν μοχθηρὸν νομίζειν εἶναι πᾶν τὸ εὐφραντὸν
11. καὶ μηδενὸς ἄλλου ὀσφραίνεσθαι δυνάσθαι. ὁ δὲ
12. αἱμόῤῥους καὶ ἡ αἱμοῤῥοῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν
13. ποιοῦνται τῶν ἀνθρώπων τὴν διαφθοράν. αἱμοῤῥαγοῦντες
14. γὰρ διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων καὶ τοῦ παντὸς
15. σώματος οὕτως ἀπόλλυνται. ὥσπερ γε καὶ οἱ ἀπὸ τῆς
16. διψάδος ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς, καὶ γὰρ
17. οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι σφοδρῶς, ἐνίοτε καὶ
18. διαῤῥηγνύμενοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν
19. πάνυ καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν
1. οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς
2. ἐπανατείνασα τὸν τράχηλον καὶ συμμετρησαμένη τὸ τοῦ
3. διαστήματος μῆκος, ὥσπερ τότε λογικὸν γιγνόμενον τὸ θηρίον
4. εὐστόχως ἐμπτύει τοῖς σώμασι τὸν ἰόν. τούτων γοῦν
5. φασι τῶν θηρίων τινὶ, τριπλοῦν γάρ ἐστι τὸ εἶδος τῶν
6. ἀσπίδων, ταύτης τε καὶ τῆς μὲν χερσαίας λεγομένης, τῆς
7. τε χελιδονίας καλουμένης, τὴν βασιλίδα Κλεωπάτραν βουληθεῖσαν
8. λαθεῖν τοὺς φυλάττοντας, ταχέως τε καὶ ἀνυπόπτως
9. ἀποθανεῖν. ἐπεὶ γὰρ αὐτὴν ὁ Αὔγουστος νικήσας τὸν Ἀντώνιον
10. ζῶσαν λαβεῖν ἠβούλετο, καὶ ζῇν, καὶ διὰ σπουδῆς
11. φυλάττειν ὡς εἰκὸς, ἵνα δείξῃ Ῥωμαίοις ἐν τῷ θριάμβῳ
12. τὴν οὕτω διάσημον γυναῖκα. ἡ δὲ συνεῖσα, φασὶ, τοῦτο, καὶ
13. ἑλομένη μᾶλλον ἔτι βασίλισσα οὖσα ἐξ ἀνθρώπων γενέσθαι
14. ἤπερ ἰδιώτης Ῥωμαίοις φανῆναι, τότε ἐμηχανήσατο τῷ
15. θηρίῳ τούτῳ τὸν θάνατον αὑτῆς. καὶ φασὶν αὐτὴν καλέσαι
16. τὰς πιστοτάτας δύο γυναῖκας, αὗται δὲ ἦσαν αἱ πρὸς
17. τὸ κάλλος αὐτῆς εἰς τὸν κόσμον τοῦ σώματος ὑπηρετεῖν
18. ἡρμοσμέναι καὶ τοῖς ὀνόμασι λεγόμεναι Νάειρα καὶ Καρμιόνη.
1. ἡ μὲν ἀναπλέκουσα τὰς τρίχας εὐπρεπῶς, ἡ δὲ
2. ἀποτέμνουσα τὰς ὑπεροχὰς τῶν ὀνύχων εὐφυῶς, εἶτα κελεύσασα
3. σταφυλαῖς τε καὶ σύκοις κεκρυμμένον εἰσκομισθῆναι
4. τὸ θηρίον, ἵνα, ὡς ἔφην, τοὺς φυλάττοντας λάθῃ, προπειρασαμένη
5. αὐτὸ πρότερον ἐπὶ τούτων τῶν γυναικῶν, εἰ
6. ὀξέως ἀναιρεῖν δύναται, καὶ μετὰ τὸ ταύτας ταχέως ἀνελεῖν
7. λοιπὸν αὐτῇ, ἐφ᾿ ᾧ δὴ καὶ τὸν Αὔγουστον πάνυ
8. καταπλαγῆναι λέγουσι, τῶν μὲν μέχρι τοῦ συναποθανεῖν
9. αὐτῇ τοσαύτην φιλοστοργίαν, τῆς δὲ τὸ μὴ βουληθῆναι ζῇν
10. δουλικῶς, ἀλλ᾿ ἑλέσθαι μᾶλλον ἀποθανεῖν εὐγενῶς. καὶ γὰρ
11. λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν χεῖρα τὴν δεξιὰν ἐπὶ τὴν
12. κεφαλὴν κειμένην καὶ κρατοῦσαν τὸ διάδημα, ὡς εἰκὸς,
13. ἵνα καὶ μέχρι τότε τοῖς ὁρῶσι βασίλισσα οὖσα βλέπηται·
14. ὥσπερ καὶ ὁ τραγικὸς ποιητὴς ἡμῖν λέγει τὴν Πολυξένην,
15. ὅτι καὶ αὕτη ἀποθνήσκουσα ὅμως πολλὴν πρόνοιαν εἶχεν
16. εὐσχημόνως πεσεῖν. οἱ δὲ τὸ μὲν τῆς γυναικὸς πρὸς τὸ
17. λαθεῖν εὐμήχανον, τοῦ δὲ θηρίου πρὸς τὸ ἀποκτεῖναι τάχος
18. βουλόμενοι ἡμῖν δεῖξαι τῷ λόγῳ, λέγουσιν αὐτὴν μὲν ἐνδακεῖν
1. τὸν ἑαυτῆς βραχίονα μεγάλῳ πάνυ καὶ βαθεῖ τῷ δήγματι.
2. ἐργασαμένην δὲ εἴς τι σκεῦος εἰσκομισθῆναι αὑτῇ
3. τὸν ἰὸν τοῦ θηρίου ἐγχέαι τῷ τραύματι, καὶ οὕτω διαδοθέντος
4. αὐτοῦ μετ᾿ οὐ πολὺ λαθοῦσαν τοὺς φυλάσσοντας
5. εὐκόλως ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἀτερπῶς ἱστορείσθω,
6. διὰ τὴν σὴν ἐν πᾶσι τοῖς λόγοις φιλοτιμίαν, καὶ ἵνα διὰ
7. τούτου τὴν ὀξύτητα πρὸς τὸ ἀποκτεῖναι τούτων τῶν θηρίων
8. ὦμεν εἰδότες. ὀξέα γάρ ἐστιν ἀληθῶς πρὸς τὸ ἀναιρεῖν
9. ταῦτα τὰ θηρία. καὶ πολλάκις γὰρ ἐθεασάμην ἐγὼ ἐν τῇ
10. μεγάλῃ Ἀλεξανδρείᾳ τὸ τάχος τοῦ ὑπ᾿ αὐτῶν γιγνομένου
11. θανάτου. ὅταν γάρ τινα τούτῳ τῷ νόμῳ τῆς κολάσεως
12. κατακριθέντα φιλανθρώπως καὶ ταχέως ἀποκτεῖναι θέλωσι,
13. προσβάλλοντες αὐτοῦ τοῖς στέρνοις τὸ θηρίον καὶ ποιήσαντες
14. ὀλίγον περιπατῆσαι, οὕτω ταχέως ἀναιροῦσι
15. τὸν ἄνθρωπον. ὁρᾷς οὖν ὅπως ἡμεῖς δεόντως οὐδὲν τῶν
16. τοιούτων θηρίων ἐγκαταμίγνυμεν τῷ φαρμάκῳ, διὰ τὴν τοσαύτην
17. ἐν τοῖς σώμασιν αὐτῶν φθοροποιὸν δύναμιν.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 8, ed. Kühn, 1827, vol. 14, p. 233-237. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩