18. Καὶ αὐτῶν δὲ τῶν ἐχιδνῶν οὐχ ὅλα τὰ
3. ζῶα εἰς ἀντίδοτον πέμπομεν, ἀλλ᾿ ἀποτεμόντες τὰς κεφαλὰς
4. καὶ τὰς οὐρὰς οὕτω τοῖς ἄλλοις αὐτῶν σώμασιν εἰς τὴν
5. μίξιν χρώμεθα, καὶ τοῦτο οὐ παρέργως οὐδ᾿ ἄνευ λόγου
6. τινὸς ποιούμενοι, ἀλλ᾿ ἐπειδὴ αἱ κεφαλαὶ τὸν κάκιστον τῶν
7. χυμῶν, αὐτὸν τὸν ἰὸν, ἐν αὑταῖς ἔχουσι, διὰ ταῦτ᾿ ἀποκόπτειν
8. αὐτὰς πειρώμεθα, ἵν᾿ ὀλιγώτερον τῆς ἀπ᾿ αὐτῶν δυνάμεως
9. ἔχῃ τὸ φάρμακον, τῆς τούτων φύσεως μεταβλητικήν
10. τινα δύναμιν εἰς τὸν ἰὸν ἐχούσης· ὥσπερ δὴ καὶ ἐν τοῖς
11. παραστάταις τὸ σπέρμα καὶ ἐν τοῖς μαζοῖς τὸ γάλα μεταβαλλόμενον
12. γίνεται. ἡ δὲ ἔχιδνα τῶν ἄλλων ἁπάντων τὴν
13. κεφαλὴν πρὸς τὸ διαφθεῖραι κακῶς ἐπιτηδειοτέραν ἔχει.
14. φασὶ γὰρ αὐτὴν ἀνοίγουσαν τὸ στόμα πρὸς τὸ δέξασθαι
15. τοῦ ἄῤῥενος τὸν θορὸν μετὰ τὸ λαβεῖν ἀποκόπτειν αὐτοῦ
16. τὴν κεφαλήν· καὶ τοῦτον αὐταῖς εἷναι τῆς πονηρᾶς συμπλοκῆς
17. τὸν τρόπον. εἶτα ἀπὸ τοῦ σπέρματος τὰ ζῶα γενόμενα
18. κατά τινα φυσικὴν ἄμυναν ἀναβιβρώσκειν μὲν τῆς μητρὸς
19. τὴν γαστέρα, ἐκθρώσκειν δὲ εἰς τὰ ἔξω· καὶ οὕτως αὐτὰ
1. εἰς ἐκδικίαν τοῦ πατρὸς ἀναιρεῖν τὴν μητέρα. ἅπερ ἡμῖν
2. ὁ καλὸς Νίκανδρος ἐν τοῖς ἔπεσιν αὑτοῦ οὐκ ἀφυῶς γράφει,
3. καὶ ἔστι τὰ ἔπη ταῦτα·
11. Τὰς δὲ οὐρὰς καὶ αὐτὰ ἀφαιροῦμεν τὰ ἔσχατα
12. τοῦ σώματος, ὥσπερ οὐρᾶς ὄντα μέρη καὶ, ὡς οἶμαι, τὸ
13. ῥυπαρώτερον τῆς οὐσίας ἕλκοντα μᾶλλον, καὶ πλείονά γε τὴν
14. ὁλκὴν διὰ τὴν κίνησιν ποιούμενα, ὥσπερ τὰ πρὸς ταῖς οὐραῖς
15. τῶν ἰχθύων μέρη διὰ τὴν πολλὴν κίνησιν τροφιμώτερα
16. εἶναι λέγουσι. μὴ θαυμάζῃς δὲ, εἰ μετὰ τὴν τούτων
17. ἀποκοπὴν τὰ λοιπὰ σώματα τῶν ζώων ἰσχυρότερον ποιεῖ
18. τὸ φάρμακον τῆς ἐμφύτου πρὸς τὸ σώζειν δυνάμεως καὶ
1. ἐν αὐταῖς ταῖς σαρξὶν αὐτῶν καταμεμιγμένης. ὥσπερ δὴ
2. καὶ ἐπ᾿ ἄλλων ζώων πολλὰ τῶν μερῶν οὐκ ὀλίγα τῶν παθῶν
3. ἀγωνιστικῶς θεραπεύεσθαι οἴδαμεν. ἐνίοις γοῦν βοηθοῦσιν
4. αἱ κεφαλαὶ τῶν μυῶν, καυθεῖσαι γὰρ καὶ μετὰ μέλιτος
5. χριόμεναι, τὰς ἀλωπεκίας ἰᾶσθαι δύνανται. καὶ τοῦ
6. ἰκτίνου τὴν κεφαλὴν, φασὶν, ὁμοίως τοὺς ποδαγριῶντας
7. ὠφελεῖν, εἴ τις αὐτῆς ξηρανθείσης ἄνευ τῶν πτερῶν ὅσον
8. ὑπὸ τοῖς τρισὶ δακτύλοις ἐπιπάσας ὕδατι πίνειν ἐθέλοι. καὶ
9. τῶν μερῶν δὲ πολλάκις αὐτὰ μόνα τὰ μόρια τινὰ τῶν παθῶν
10. ἰᾶσθαι δύνανται. ὁ γοῦν τῆς καμήλου ἐγκέφαλος ξηρανθεὶς
11. καὶ μετ᾿ ὄξους πινόμενος ἐπιληπτικοὺς ἰᾶται καὶ
12. ὁ τῆς γαλῆς ὁμοίως. ὁ δὲ τῆς χελιδόνος μετὰ μέλιτος
13. πρὸς ὑποχύσεις ποιεῖ. καὶ ὁ τῶν προβάτων σκευασθεὶς
14. ὁμοίως ταῖς τῶν παίδων ὀδοντοφυΐαις ἄκρως βοηθεῖ. τοῦ
15. δὲ ταυρείου κέρατος τὸ ξύσμα μεθ᾿ ὕδατος πινόμενον αἱμοῤῥαγίας
16. ἐπέχει. καὶ οἱ μηροὶ δὲ καιόμενοι ἐπέχουσι τὸ
17. αἷμα. πολλάκις δὲ καὶ τὴν γαστέρα λελυμένην τὸ αὐτὸ
18. τοῦτο ἵστησι τὸ δὲ τοῦ ἐλάφου κέρατος ῥίνημα καιόμενον
1. καὶ μετ᾿ οἴνου λειούμενον, εἶτα περιπλασσόμενον, τοὺς σειομένους
2. ὀδόντας πήγνυσιν, ὥσπερ δὴ καὶ τὸν ἀστράγαλον τῆς
3. βοὸς τοῦτο ποιεῖν δύνασθαι λέγουσιν· ἐξάγει δὲ καὶ στρογγύλην
4. ἕλμινθα μετὰ μέλιτος πινόμενος, καὶ μετ᾿ ὀξυμέλιτος
5. σπλῆνα τήκει, καὶ τὰς λεύκας καταχριόμενος, συμμέτρως δὲ
6. ἀφροδισιαστικός ἐστιν. οἱ δὲ τοῦ κάστορος ὄρχεις ὁμοίως πινόμενοι
7. σπασμοὺς ἰῶνται. πολλὰ δὲ τῶν ζώων καὶ τὰς χολὰς ἑαυτῶν
8. ἔχει βοηθεῖν τῷ ἀνθρώπῳ δυναμένας, καὶ τὰ στέατα, καὶ
9. τοὺς μυελοὺς, καὶ τὸ γάλα, καὶ τὸ δέρμα, καὶ τὸ αἷμα αὐτὸ,
10. καὶ τῶν ὄφεων τὸ γῆρας. ἤδη δὲ καὶ τὰς ἀφόδους αὐτῶν
11. ὠφελούσας τινὰς εἴδομεν. ἡ γοῦν τῆς βοὸς ἄφοδος ξηρὰ
12. κεκαυμένη τρισὶ κοχλιαρίοις ὑδρωπικῷ βοηθεῖ. καὶ ἡ τῶν
13. μυῶν ἄφοδος λεία μετ᾿ ὄξους ἀλωπεκίας θεραπεύει· ἐν ποτῷ
14. δὲ λαμβανομένη τοὺς ἐν κύστει θρύπτει λίθους· τὸ δὲ
15. τοῦ χηνὸς στέαρ τὰς φλεγμονὰς μετὰ ῥοδίνου ἰᾶται· καὶ ὁ
16. τοῦ ἐλάφου μυελὸς παρηγορικώτατόν ἐστι φάρμακον. τὸ δὲ
17. τῆς βοὸς γάλα πινόμενον δυσεντερικοῖς βοηθεῖ. τῆς δὲ
18. ὑαίνης ἡ χολὴ μετὰ μέλιτος πρὸς ὀξυδερκίαν ποιεῖ, καὶ τὰς
19. ὑποχύσεις διαφορεῖ ἐγχριομένη. τοῦ δ᾿ ἱπποποτάμου τὸ δέρμα
1. καιόμενον, καὶ μεθ᾿ ὕδατος λεῖον ἐπιτιθέμενον, φυμάτων
2. σκορπιστικὸν γίνεται, ὥσπερ δὴ καὶ τὸ ἔχεως δέρμα, λεῖον
3. ἐπιτιθέμενον ταῖς ἀλωπεκίαις, θαυμαστῶς ἀναφύει τὰς τρίχας.
4. τὸ δὲ τῆς ἀσπίδος γῆρας τριφθὲν μετὰ μέλιτος καὶ
5. ὑπαλειφόμενον ὀξυδερκέστατόν ἐστιν. καὶ ὅλως πολλή τίς
6. ἐστιν ἡ τῶν τοιούτων ὕλη, ἣν οὐκ εὔκαιρον εἶναι νομίζω
7. νῦν ἀναγράφειν, ἵνα μὴ μακρὸς ὑμῖν ὁ λόγος γένηται, ἀρκούντων
8. εἰς τὴν ἀπόδειξιν τοῦ λεγομένου καὶ μόνων μοι τῶν
9. προειρημένων. ἐκεῖνο δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι, ὅτι τῶν
10. ζώων αὐτῶν ὅλα τὰ σώματα πολλάκις τοῖς ἀνθρώποις βοηθεῖ.
11. καρκίνος γοῦν ὁ ἀπὸ τῶν ποταμῶν λειωθεὶς καὶ
12. καταπλασθεὶς ἀνεκβάλλει τοὺς σκόλοπας καὶ τὰς ἀκίδας.
13. καὶ ἡ καρὶς ὁμοίως λειωθεῖσα μετὰ βρυωνίας ῥίζης πινομένη
14. ἕλμινθας ἐξάγει. ὁ δὲ σκορπίος σὺν ἄρτῳ ἐσθιόμενος
15. ὀπτὸς θρύπτει τοὺς ἐν τῇ κύστει λίθους. ὁμοίως δὲ καὶ
16. τὸ γῆς ἔντερον μετ᾿ οἴνου πινόμενον τὸ αὐτὸ ποιεῖ. εἰ δέ
17. τις αὐτὰ τρίβων ἐν μελικράτῳ λάβοι ἰκτεριῶν εὐθέως καθαρθεὶς
18. ἀπαλλάσσεται. πολλάκις δὲ καὶ σὺν ῥοδίνῃ κηρωτῇ
19. ἐπιτιθέντα τῶν ποδαγρῶν ταῖς φλεγμοναῖς ἥρμοσαν, ὁ δὲ
1. ἱέραξ ἑψηθεὶς μετὰ μύρου σουσίνου ἀμβλυωπίας ἰᾶται.
2. καὶ ὁ κάνθαρος δὲ θεραπεύει τὰς ὠταλγίας ἀποζεσθεὶς ἐλαίῳ
3. καὶ ἐνσταζόμενος εἰς τὸ οὖς. ὁ δὲ κορυδαλὸς ὀπτὸς τρωγόμενος
4. θαυμασίως τοὺς κωλικοὺς πολλάκις ὠφέλησε, καὶ
5. ἴνα μᾶλλον τὴν ἐν τοῖς σώμασιν αὐτῶν δύναμιν θαυμάσῃς,
6. ἐκεῖνό σοι φιλοτιμότερον διηγήσομαι. πολλὰ γὰρ καὶ ὁραθέντα
7. μόνον τὴν ἑαυτῶν ἰσχὺν ἐπιδείκνυνται. ὁ οὖν ἀσκαλαβώτης
8. ὁραθεὶς ὑπὸ τῶν σκορπίων ὑποπήγνυσιν αὐτοὺς,
9. καὶ οὕτως ἀναιρεῖ. ἡ δὲ ἀμφίσβαινα, ἔστι δὲ τὸ ζῶον ἀμφικέφαλον,
10. ὥσπερ δὴ καὶ τῶν πλοίων τὰ ἀμφίπρωρα, τῆς
11. φύσεως τῷ περιττῷ τῆς οὐσίας δύο κεφαλὰς ἔχειν αὐτῇ χαρισαμένης,
12. τοῦτο δή φασι τὸ ζῶον εἰ ὑπερβάλῃ γυνὴ κατὰ
13. γαστρὸς ἔχουσα, ἐκτιτρώσκει τὸ παιδίον κακῶς, ὥστε οὐδὲν
14. θαυμαστὸν, εἰ καὶ τὰ τῶν ἐχιδνῶν σώματα ἀποκοπέντων
15. τοῖς τῶν μερῶν ἐκείνων ὁμοίως ἔτι πρὸς τὸ βοηθεῖν τὴν
16. ἰσχὺν ἔχει. ἐπέδειξα γὰρ, ὡς οἶμαι, φιλοπόνως ὅτι καὶ
17. ὅλα μὲν τὰ ζῶα τοῖς ἀνθρώποις βοηθεῖ ποτε, ἔσθ᾿
18. ὅτε δὲ καὶ αὐτὰ μόνα τὰ μέρη. ἐνίοτε δὲ καὶ τῶν μερῶν
19. αὐτῶν τὰ οὕτω μικρὰ μόρια.