Galenus. Institutio logica (Inst. log.) [n° 402 Fichtner]

Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).

Institutio logica, 1, ed. Kalbfleisch, 1896, p. 3-4. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ

ΕΙΣΑΓΩΓΗ ΔΙΑΛΕΚΤΙΚΗ

1. (Τῶν φαινομένων τὰ μὲν αἰσθήσει γιγνώ)σκομεν
2. ἅπαντες ἄνθρωποι, τὰ δὲ νοήσει μόνῃ, καὶ 〈ταῦ〉τα
3. (μὲν ἀναποδείκτως, τὰ δὲ μή)τε αἰσθήσει μήτε νοήσει
4. γιγνωσκόμενα δι’ ἀποδείξεως. (δεῖ δὲ τῶν δι’ ἀποδείξεως
5. γιγνωσκομένων) ἐκ προγιγνωσκομένων εἶναι τὴν
6. εὕρεσιν, οὐ μὴν ἁπλῶς γ’ οὕτως (ἐκ τῶν ἐπιτυχόντων),
7. ἀλλ’ ἐκ τῶν οἰκείων 〈τῷ〉 ἀποδειχθησομένῳ, ἐπειδὴ
8. καὶ ἐκ λό(γου τινὸς οἰκείου πείσομεν τὸν ἀναγ)κασθησόμενον
9. τὸν λόγον τοῦτον ὑπὲρ ἑκάστου τῶν ἀπο(ρουμένων
10. συγχωρεῖν·) οἷον εἰ οὕτως ἔτυχεν ὁμολογήσομεν
11. ἴσον εἶναι (Θέωνα Δίωνι, καὶ Φίλωνα δ’ ἴσον εἰ)ναι
12. τῷ αὐτῷ Δίωνι· συμβήσεται γὰρ ἐκ τούτων ἴσος εἶναι
13. (Θέων Φίλωνι διὰ τὸ τὰ τῷ αὐτῷ ἴσα) καὶ ἀλλήλοις
1. ὑπάρχειν ἴσα. καὶ τοίνυν ἡ ἀπό(δειξις ἥδ’ ἐκ
2. τριῶν συνίστα)ται, πρώτου μὲν τοῦ πρώτου ῥηθέντος,
3. ὅπερ ἦν "ἴσος ἐστὶ (Δίωνι Θέων", δευτέρου δὲ τοῦ
4. μετ’ α)ὐτό "Δίωνι Φίλων ἐστὶν ἴσος" καὶ τρίτου πρὸς
5. τούτοις 〈τοῦ〉 ‘τὰ (τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν
6. ἴ)σα·’ περανθήσεται δὲ ἐξ αὐτῶν ἴσος εἶναι Θέων
7. (Φίλωνι. καὶ ἔστι τοῦτο μὲν τὸ καλούμ)ενον συμπέρασμα,
8. λῆμμα δὲ ἐξ ὧν ληφθέντων (ἐκεῖνο συμπεραίνεται·
9. ἡ δὲ πᾶσα λέξις δι’ ἧ)ς ὁμολογηθέντων
10. τινῶν ἐπιφέρεταί τι συμπέρασμα, (συμπέρασμά τε
11. προσαγορεύεται καὶ τοῦτ)’ αὐτὸ καὶ συλλογισμός· καὶ
12. μὲν δὴ καὶ τὸ συμπέρασμα (μόνον συλλογισμὸν καλούντων
13. ὀρθῶς ἄν τις ὀλιγω)ρήσειεν. (εἰ μὲν οὖν
14. αἰσθήσει προγνόντες ἢ ἀποδείξει προτει)νόμεθά τι περὶ
15. τῆς τῶν ὄντων φύσεως, ὀνομαζέσθω πρότασις (τοῦτο·
16. οὕτω γὰρ καὶ τοῖς παλαιοῖ)ς ἔθος ἦν καλεῖν· (εἰ δὲ
17. τῇ νοήσει τίς ἐστιν ἐξ αὑτοῦ) πιστὸς λόγος, ἀξίωμα
18. κεκλήκασι, καθάπερ 〈τὸ〉 ‘τὰ τῷ αὐτῷ (ἴσα καὶ ἀλλήλοις
19. ἐστὶν ἴσα’· τοῖς δὲ κοινῶς ἅπαντας τοὺς
20. ἀποφαντι)κοὺς λόγους ἀξιώματα προσαγορεύουσιν οὐ
21. διενεχθή(σ)ῃ, μαθὼν δ’ αὐτῶν τὸ ἔθος οὕτως
22. ἄκουσον λεγόντων ὡς ἐκεῖνοι βούλονται.

Cliquer un n° de page pour en afficher l’image