12. Οἰκειότατος οὖν ἀποδείξεσιν ἐπιστημονικαῖς ὁ
13. τοῦ πρώτου σχήματός ἐστι πρῶτος συλλογισμὸς ἐν διττῇ
14. λέξει λεγόμενος ὑπὸ τῶν Ἑλλήνων, ἐνίοτε μὲν 〈ὡς〉
15. ἀρτίως εἴπομεν· ‘ὁ ἄνθρωπος ζῷόν ἐστι· τὸ ζῷον
16. οὐσία ἐστίν· 〈ὁ ἄνθρωπος οὐσία ἐστίν’, ἐνίοτε δὲ μετὰ
17. τοῦ πᾶς· ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι· πᾶν ζῷον οὐσία
18. ἐστι·〉 πᾶς ἄνθρωπος οὐσία ἐστιν’. ἐφεξῆς δὲ 〈ὁ〉
19. δεύτερος μὲν ἐν τῷ πρώτῳ σχήματι, κατὰ δὲ τὸ δεύτερον
20. οἱ πρῶτοι δύο χρήσιμοι πρὸς τὰς ἀποδείξεις
21. γίγνονταί ποτε, μιγνυμένης ἐν αὐτοῖς τῆς καθόλου
22. καταφατικῆς. καὶ μὴν καὶ ὁ τρίτος ἐν τῷ πρώτῳ
23. σχήματι συλλογισμὸς ὡς εἴρηται μικρὸν ἔμπροσθεν εἰς
24. ἀποφάνσεις ποτὲ γίγνεται χρήσιμος, 〈ὡς〉 ὅτε τρίγωνον
1. ἰσοσκελές ἐστιν, ἔτι 〈δὲ〉 — δέδεικται γάρ —
2. καὶ τὸ ἰσοσκελὲς τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἔχον,
3. ἐκ τούτων περανθήσεται τρίγωνόν τι πρὸς τῇ βάσει
4. τὰς γωνίας ἴσας ἔχειν. εἰσὶ δὲ καὶ κατὰ τὸ τρίτον
5. σχῆμα συλλογισμοί τινες, (ὡς) εἴρηται πρόσθεν, ἀποδεικνύντες
6. τὸ ἐπὶ μέρους καταφατικόν· ἀποδείκνυται
7. δέ ποτε καὶ τῶν ἐπὶ μέρους ἀποφατικῶν τι κατὰ τὰ
8. τρία σχήματα [καὶ] καθάπερ ἐπὶ τοῦ ‘πᾶν ἀγαθὸν
9. αἱρετόν ἐστιν· ἡ τῶν αἰσχρουργῶν ἡδονὴ 〈οὐχ αἱρετόν
10. ἐστιν· οὐκ ἄρα ἀγαθόν ἐστιν ἡ τῶν αἰσχρουργῶν
11. ἡδονή’〉. κατὰ ταύτην μὲν οὖν τὴν λέξιν ὡρισμένη
12. κατὰ τὸ εἶδος ἡδονὴ πρὸς τὴν ἀπόδειξιν εἴληπται,
13. κατὰ δὲ τὴν τοιαύτην ἀοριστοτέρα ‘πᾶν ἀγαθὸν αἱρετόν
14. ἐστι· τὶς οὖν ἡδονὴ οὐκ ἔστιν αἱρετόν· τὶς ἄρα
15. ἡδονὴ οὐκ ἔστιν ἀγαθόν’· ἔτι 〈καὶ〉 κατὰ τήνδε τὴν
16. λέξιν ἀοριστοτέρα ἀπόφανσις γίγνεται ‘πᾶν ἀγαθὸν
17. αἱρετόν· 〈οὐ〉 πᾶσα ἡδονὴ αἱρετόν· οὐ πᾶσα ἄρα
18. ἡδονὴ ἀγαθόν’. εὔδη(λον) δὲ ὅτι κατὰ τὴν τοιαύτην
19. ἀπόδειξιν οὐ τὸ μέγεθος ὥσπερ ἐπὶ τῶν ἀρτίως εἰρημένων,
20. ἀλλ’ ἡ ποιότης ἀποδείκνυται τοῦ πράγματος·
21. ὁποῖον γάρ ἐστιν 〈ἡ〉 ἡδονὴ πότερον ἀγαθὸν ἢ κακὸν
22. ἢ μέσον, ἐν τῷ τῆς ποιότητος γένει τὴν ζήτησιν ἴσχει,
23. (καθά)περ ἐν τῷ πρός 〈τι〉 τὸ τῶν ἰσοσκελῶν τριγώνων
24. ἴσας εἶναι τὰς πρὸς τῇ βάσει γωνίας. ὁ δέ γε
1. δεικνὺς ἐν τῷ μέ(σῳ) τοῦ κόσμου τετάχθαι τὴν γῆν
2. κατὰ τὸ ποῦ κεῖται τὴν σκέψιν ποιεῖται, καθάπερ γε
3. καὶ ὁ μὴ κατὰ τὸν αὐτὸν χρόνον Ἱπποκράτην τε καὶ
4. Δημόκριτον γεγονέναι κατὰ τὸ πότε γεγόνασι τὴν ἀπόδειξιν
5. ποιεῖται. ὁ μέντοι ζητῶν εἰ σφαιροειδής ἐστιν
6. ἡ γῆ, κατὰ τὴν τοῦ ποιοῦ κατηγορίαν ποιεῖται τὴν
7. σκέψιν, ὥσπερ γε καὶ ὁ ἀποφηνάμενος εἶναι σφαιροειδῆ,
8. ποιότητά τινα τῆς γῆς ἀπ(εφήνα)το. κατὰ δὲ τὸ ποιεῖν
9. καὶ πάσχειν αἱ τῶν αἰτίων γίγνονται ζητήσεις· ἐν
10. ἰατρικῇ μὲν οὖν ἐ(κ) τίνος αἰτίας γίγνονται φωνὴ καὶ
11. ἀναπνοὴ καὶ θρέψις (καὶ) πέψις, ἐν φιλοσοφίᾳ δὲ
12. σεισμὸς κεραυνὸς ἀστραπή τε καὶ βροντή. κατὰ δὲ τὸ
13. ἔχειν ζητεῖται τίς ἐστιν ὁ πλούσιος ἢ τίς ὁ πένης ἢ
14. τίς ὁ εὔπορος ἢ τίς ὁ πτωχός. ὁ δὲ ἐπι(ζητῶν ὅπως)
15. τις ἱμάτιον ὑφήνατο καὶ δίκτυον ἐπλέξατο καὶ
16. κιβώτιον καὶ σκίμποδα, σύνθεσιν ζητεῖ παραλελειμμένην
17. ὑπὸ Ἀριστοτέλους ἐν τῇ τῶν δέκα κατηγοριῶν,
18. ὡς ἐπιδέδεικταί μοι διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον
19. ὑπομνημάτων. ἕτερον γὰρ γένος ἐστὶ κατηγορίας ὃ
20. καλεῖν αὐτὸς εἴωθε κεῖσθαι, τὸ γοῦν κατακεῖσθαι,
21. καθῆσθαι· κατὰ γὰρ τὸ κεῖσθαι ταῦτα λέγεσθαί
22. φησιν 〈ἃ τῶν〉 μορίων τοῦ σώματος ἐνδείκνυται
23. (σ)χήματα κατὰ τὴν πρὸς ἄλληλα σχέσιν γιγνόμενα,
24. καὶ ζητεῖται κατὰ τοῦτο τὸ γένος ὑφ’ Ἱπποκράτους,
1. ὁποῖον σχῆμα καταγέντι σκέλει καὶ χειρὶ τὸ ἄριστόν
2. ἐστι 〈καὶ〉 ἐφ’ ἑκάστου τῶν ἄλλων μορίων, ὁμοίως
3. δὲ καὶ κατὰ τὰς πράξεις ἢ συμπτώματα χειρουργούντων
4. 〈ἢ〉 αἱμορραγίας ἱστώντων ἤ τι τοιοῦτον ἕτερον
5. πραττόντων ὁποῖον ἄριστόν ἐστι σχῆμα.
⟨
(Inst. log.) [n° 402 Fichtner]
Institutio logica
Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).
Institutio logica, 13, ed. Kalbfleisch, 1896, p. 29-32. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩