Galenus. Institutio logica (Inst. log.) [n° 402 Fichtner]

Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).

Institutio logica, 14, ed. Kalbfleisch, 1896, p. 32-35. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:14

6. Ὃ δ’ ἐστὶ μέγιστόν τε καὶ πρῶτον ἐφ’ ἑκάστου
7. τῶν μὴ φαινομένων αἰσθήσει, τὸ κατὰ τὴν ὕπαρξιν
8. ἤτοι οὐσίαν † γίγνεται μὴ εἶναι ζήτημ’ ἐστίν, ἐν ᾧ γε
9. τὰ τοιαῦτα προβάλλεται· ἆρά γ’ εἱμαρμένη ἔστιν; ἆρά
10. γε πρόνοια ἔστιν; ἆρά γε θεοὶ εἰσίν; ἆρά γε κενὸν
11. ἔστιν; ἐν οἷς προβλήμασι μάλιστα χρώμεθα ταῖς ὑποθετικαῖς
12. προτάσεσιν, ἃς 〈εἰς τὰς〉 κατὰ συνέχειαν καὶ
13. κατὰ διαίρεσιν ἔτεμον οἱ παλαιοί· καλοῦσι δὲ τὰς
14. μὲν κατὰ συνέχειαν οἱ Στωικοὶ συνημμένα ἀξιώματα,
15. τὰς δὲ κατὰ διαίρεσιν διεζευγμένα, καὶ συμφωνεῖταί
16. γε αὐτοῖς δύο μὲν γίγνεσθαι συλλογισμοὺς κατὰ τὸ
17. συνημμένον ἀξίωμα, δύο δὲ κατὰ τὸ διεζευγμένον. ὅτι
18. δὲ δι’ ἀποφατικοῦ συμπεπλεγμένου συλλογισμὸς εἰς
19. ἀπόδειξιν χρήσιμος οὐδὲ εἷς ἐστι, καθάπερ γε καὶ ὅτι
20. μηδ’ ἕκτος τίς ἐστιν ἢ {ζ} ἢ {η} ἢ {θ} ἤ τις ἄλλος ὡς
21. ἐκεῖνοι λέγουσι συλλογισμός, ἀποδέδεικται δι’ ἑτέρων,
22. ἀλλὰ νῦν πρόκειται τὰ χρήσιμα μόνον αὐτὰ διέρχεσθαι
23. παραλιπόντας τοὺς ἐλέγχους τῶν περιττῶς προστιθεμένων.
24. τρίτον οὖν ἀναπόδεικτον τῶν περὶ τὸν Χρύσιππον
1. ἡγουμένων ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ
2. θατέρου τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ
3. περαίνοντα, ὡς ἐπὶ τῶν τοιούτων ἔχει ‘〈οὐχὶ〉 καὶ
4. Ἀθήνησίν ἐστι καὶ Ἰσθμοῖ Δίων· † καὶ τοῦδε παιδίον
5. μὲν εἰς πολλὰς τῶν καθ’ ὅλον τὸν βίον ἀποδείξ(εις
6. ε)ἶν(α)ι χρήσιμον ἄχρι καὶ τῶν δικαστηρίων. ἐπεὶ δὲ
7. τῶν μαχομένων ἀλλήλοις πραγμάτων τε καὶ λόγων
8. ἕνια μὲν ὁλόκληρόν τε καὶ τελείαν ἔχει τὴν μάχην
9. μήθ’ ὑπάρχειν ἅμα μήτ’ οὐχ ὑπάρχειν δυνάμενα, τινὰ
10. δὲ ἐξ ἡμίσεος ὑπάρχειν μὲν ἅμα μὴ δυνάμενα, μὴ
11. ὑπάρχειν δὲ ἅμα δυνάμενα, διὰ τοῦτο τὰ μὲν κατὰ
12. τὴν τελείαν μάχην τὴν τοῦ διεζευγμένου προσηγορίαν
13. καλεῖν ἠξίωκα, τὰ δὲ 〈κατὰ〉 τὴν ἐλλιπῆ τὴν τῆς μάχης
14. ἁπλῶς ἢ καὶ μετὰ προσθήκης ἐλλιποῦς μάχης. ἐν τούτοις
15. οὖν τοῖς πράγμασιν ὁ εἰρημένος συλλογισμὸς χρήσιμός
16. ἐστι τῇ μὲν αὐτῇ λέξει χρώμενος ᾗ Χρύσιππος,
17. οὐ μὴν ἐπὶ συμπεπλεγμένῳ συνιστάμενος ἀλλ’ ἐπὶ τοῖς
18. μαχομένοις· ᾧ καὶ διαφοραὶ πάμπολλαι κατὰ τὸ συμπεπλεγμένον
19. ἀξίωμα (συν)ίστανται. τριῶν γὰρ οὐσῶν
20. διαφορῶν ἐν τοῖς πράγμασι, μιᾶς μὲν τῆς κατὰ τὴν
21. μάχην ἐπὶ τῶν μηδέποτε συνυπαρχόντων, ἑτέρας δὲ
22. τῆς κατὰ τὴν ἀκολουθίαν ἐπὶ τῶν ἀεὶ 〈συνυπαρχόντων,
23. τρίτης δὲ τῆς τῶν ποτὲ μὲν συνυπαρχόντων ποτὲ
24. δὲ〉 μὴ συνυπαρχόντων, ὅσα μήτε τὴν ἀκολουθίαν
1. ἀναγκαί(αν) ἔχει μήτε τὴν μάχην, τὸ συμπεπλεγμένον
2. ἀξίωμα συνίστησιν, ὁποῖα τὰ τοιαῦτά ἐστι ‘Δίων περιπατεῖ
3. καὶ Θέων διαλέγεται’· δῆλον δὲ καὶ τὸ ἀποφατικὸν
4. αὐτοῦ τοιοῦτον ἐσόμενον ‘οὐχὶ καὶ Δίων περιπατεῖ
5. 〈καὶ Θέων διαλέγεται’. ἡ δὲ πρόσληψις ‘ἀλλὰ μὴν
6. Δίων περιπατεῖ’,〉 ἔτι δὲ ‘ἀλλὰ μὴν Θέων διαλέγεται’·
7. συμπέρασμα δὲ κατὰ μὲν τὴν ἑτέραν πρόσληψιν ‘οὐκ
8. ἄρα Θέων διαλέγεται’, κατὰ δὲ τὴν ἑτέραν ‘οὐκ ἄρα
9. Δίων περιπατεῖ’· πρὸς ἀπόδειξιν δὲ ἡ τοιαύτη τῶν
10. ὑλ(ῶν) δέδεικται καὶ παντάπασιν ἄχρηστος οὖσα. ταῦτα
11. μὲν οὖν ἴσως καὶ πλείω τοῦ δέοντος ὡς προκειμένης
12. ἡμῖν βραχυλογίας εἴρηται σαφηνείας ἕνεκεν, ἔλθωμεν
13. δὲ αὖθις ἐπὶ τὸ προκείμενον, ὡς εἰ καὶ μηδὲν εἴρητο
14. τῶν παραφθεγμάτων. οἱ γὰρ ἐξ ὑποθετικῶν προτάσεων
15. γιγνόμενοι συλλογισμοὶ κατὰ μετάβασιν ἀφ’ ἑτέρου
16. πράγματος ἐφ’ ἕτερον ἐπιτελοῦν〈ται〉 δι’ ἀκολουθίας
17. ἢ μάχης ἤτοι γ’ ἐλλιποῦς ἑκατέρας ἢ τελείας, καὶ
18. τρίτον παρὰ ταύτας γένος οὐδέν ἐστι τῆς ἀφ’ ἑτέρου
19. μεταβάσεως ἐφ’ ἕτερον εἰς ἀπόδειξιν χρήσιμον. ἔσονται
20. δὴ δύο μὲν ἐκ τῆς τελείας ἀκολουθίας συλλογισμοί,
21. καθάπερ γε κἀκ τῆς τελείας μάχης ἕτεροι δύο, καὶ
22. καλείσθωσαν οἱ μὲν ἐκ τῆς ἀκολουθίας πρῶτός τε καὶ
23. δεύτερος, οἱ δ’ ἐκ τῆς μάχης τέταρτος καὶ πέμπτος,
24. ἐπειδὴ Χρύσιππος οὕτως ἔθετο, {γ} δὲ κατὰ τὴν λέξιν
25. ὁ αὐτὸς τῷ Χρυσίππῳ, κατὰ δὲ τὴν τῶν αἰτητῶν φύσιν
26. οὐχ ὁ αὐτός· οὐχ 〈ὡς〉 ᾤετο γὰρ ἐξ ἀποφατικοῦ
1. 〈συμπεπλεγμένου, ἀλλ’ ἐκ〉 μάχης ἐλλιποῦς ἡ γένεσις
2. αὐτῷ καταφατικὴν ἔχοντι μίαν πρόσληψιν, οὐχ ὥσπερ
3. οἱ ἐξ ἀκολουθίας τελείας 〈καὶ μάχης τελείας〉 ἑκάτερος
4. δύο.

Cliquer un n° de page pour en afficher l’image