Galenus. Institutio logica (Inst. log.) [n° 402 Fichtner]

Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).

Institutio logica, 15, ed. Kalbfleisch, 1896, p. 35-38. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:15

5. Οὔσης δὲ καὶ ἀκολουθίας ὡς ἐδείξαμεν ἐλλιποῦς
6. ἐν τοῖς καλουμένοις παραδιεζευγμένοις ἔσονται καὶ
7. κατὰ ταῦτα συλλογισμοὶ δύο, πρῶτος μὲν ὁ τοιοῦτος
8. ‘ἡ ἀνάδοσις τῆς τροφῆς ἐκ κοιλίας εἰς ὅλον τὸ σῶμα
9. ἤτοι γε τῶν σιτίων ἐξ ἑαυτῶν φερομένων ἢ ὑπὸ τῆς
10. γαστρὸς πεπεμμένων ἢ ὑπὸ τῶν μορίων ἑλκομένων ἢ
11. ὑπὸ τῶν φλεβῶν παραγομένων γίγνεται’ — συγχωρείσθω
12. δὲ καὶ πάνθ’ ὑπάρχειν ἅμα δύνασθαι· καὶ γὰρ
13. δύναται καὶ κατ’ αὐτό γε τοῦτο 〈τὸ〉 παραδιεζευγμένον
14. τοῦ διεζευγμένου διήνεγκεν· ἐπ’ ἐκείνου μὲν γὰρ ἓν
15. πάντως ἐστί, τῶν ἄλλων δ’ οὐδέν, ἐπὶ τούτου δὲ πάντως
16. ἕν τι, δύναται δὲ καί 〈τι〉 τῶν ἄλλων καὶ πάντα
17. τὰ κατειλημμένα τὴν ὕπαρξιν ἔχειν ἅμα — προσλήψεις
18. 〈δ’〉 ἔσονται τούτοις τοῦ ἀξιώματος ἀποφατικαὶ μὲν
19. πάντως [κατὰ μίαν τοῖς] καθ’ ἓν τῶν 〈κατ’ αὐτὸ〉
20. γιγνομένων ἢ κατὰ δύο μόνον· καὶ καθ’ ἓν μὲν οἷον
21. ‘ἀνάδοσις τῆς τροφῆς ἐκ κοιλίας εἰς ὅλον τὸ σῶμα
1. ἤτοι τῆς κοιλίας ἐκθλιβούσης ἢ τῶν φλεβῶν παραγουσῶν
2. ἢ τῶν μορίων ἑλκόντων ἢ αὐτῆς τῆς τροφῆς
3. ἐξ αὑτῆς φερομένης γίγνεται· ἀλλὰ μὴν ἡ γαστὴρ οὐκ
4. ἐκθλίβει· ἤτοι ἄρα τῶν φλεβῶν παραγουσῶν 〈ἢ〉 τῶν
5. μορίων ἑλκόντων ἢ ἐξ αὑτῆς ἡ τροφὴ φέρεται’. ἔσται
6. δὲ δηλονότι καὶ τοῦτο 〈τὸ〉 συμπέρασμα παρ〈αδι〉εζευγμένον
7. ἐκ τριῶν, ὥσπερ γε κἂν ἓν ὁτιοῦν ἄλλο, καθάπερ
8. νῦν ἡ γαστήρ, οὕτως αὐτὸ ῥηθῇ μὴ εἶναι· τὰ γὰρ
9. ὑπόλοιπα τρία κατὰ τὸ παραδιεζευγμένον ἀξίωμα σύνθετον
10. καὶ τὸ συμπέρασμα ἐργάζεται. ἑτέρα δὲ πρόσληψις
11. ἔσται καθ’ ἣν οὔτε τὴν κοιλίαν πέμπειν οὔτε
12. τὰς φλέβας παράγειν ἐροῦμεν οὔτε τὴν τροφὴν ἐξ
13. ἑαυτῆς φέρεσθαι ἢ ὁπωσοῦν ἄλλως 〈{γ}〉 ἀξιωμάτων ἀπόφασιν
14. προσληψόμεθα· δύναται γὰρ πολλαχῶς. καὶ
15. τριῶν μὲν † μᾶλλον ἄμεινον τὸ τέταρτον περαίνεσθαι,
16. καταφατικῶς δὲ καὶ διωρισμέν(ως)· ἄχρι γὰρ ἤτοι
17. (γ’ ἕ)ν τι τῶν τεττάρ(ων) ἢ δύο λαμβάνεται, τὸ συμπέρασμα
18. παραδιεζευγμένον ἐστίν. ὁ δὲ τοιοῦτος συλλογισμὸς
19. 〈τὸ〉 αὐτὸ ὑπομένειν δόξει τῷδε ‘〈εἰ〉 ἀναδίδοται
20. ἡ τροφὴ ἐκ τῆς κοιλίας εἰς ὅλον τὸ σῶμα,
21. ἤτοι ἐξ αὑτῆς φερομένη τοῦτο πάσχει ἢ ὑπὸ τῆς
22. γαστρὸς πεμπομένη ἢ ὑπὸ τῶν μορίων ἑλκομένη ἢ
23. ὑπὸ τῶν φλεβῶν παραγομένη’, οὐκ ἔστι δὲ ὁ αὐτός.
24. ἀλλ’ οὗτος μὲν τὴν αὐτὴν ἔχει δύναμιν τῷ πρώτῳ τῶν
1. ὑποθετικῶν ἀναποδείκτῳ, ἡγουμένου μὲν ἐξ ὑποθέσεως
2. τοῦ ἀναδίδοσθαι τὴν τροφήν, ἑπομένων δὲ τῶν ἐφεξῆς
3. εἰρημένων, καὶ οὐδὲν διαφέρει πότερον διεζευγμένη
4. πραγμάτων ὕλη τὸ ἐπιφερόμενόν ἐστιν ἢ [ἐμ]παραδιεζευγμένη·
5. καθ’ ἕτερον γὰρ τῶν τρόπων ἡ τοῦ
6. πρώτου τῶν ὑποθετικῶν συλλογισμῶν δύναμίς ἐστιν
7. οὖσα τοιαύτη ‘εἰ τὸ πρῶτον, ἤτοι τὸ δεύτερον ἢ
8. τὸ τρίτον ἢ τὸ τέταρτον ἢ τὸ πέμπτον’, εἶτα πρόσληψις
9. ‘ἀλλὰ μὴν τὸ {α}· ἤτοι ἄρα τὸ {β} ἢ τὸ {γ} ἢ τὸ {δ} ἢ τὸ {ε}’·
10. ἑτέρα δὲ πρόσληψις κατὰ τὸν τοῦ δευτέρου τῶν ὑποθετικῶν
11. ἀναποδείκτων τρόπον ἡ τοιάδε ‘ἀλλὰ μὴν οὔτε
12. τὸ {β} ἢ τὸ {γ} οὔτε τὸ {δ} ἢ τὸ {ε} οὐκ ἄρα τὸ {α}’. ὃν δ’
13. ὀλίγον ἔμπροσθεν εἶπον συλλογισμόν, γίγνεται κατὰ
14. τὸ παραδιεζευγμένον ὡς ὁμολογουμένου τοῦ παραδιεζευγμένου
15. τήν τε πρόσληψιν λαμβάνει καθάπερ εἰ
16. καὶ διεζευγμένον ἦν 〈τὸ〉 τοιοῦτον ‘ἤτοι ἐξ αὑτῶν
17. ἀναδίδοται τὰ σιτία ἢ ὑπὸ τῆς γαστρὸς ἐπέμπετο ἢ
18. ὑπὸ τῶν φλεβῶν παράγεται ἢ ὑπὸ τῶν τοῦ σώματος
19. μορίων ἕλκεται’· ἀλλὰ μὴν 〈οἱ〉 ἐπὶ τῷ διεζευγμένῳ
20. συλλογισμοὶ προσλήψεις ἔχουσι δύο, ἤτοι γε 〈ἕν〉 τι
21. τῶν κατὰ τὸ διεζευγμένον ἢ καὶ τὰ ἄλλα πάντα πλὴν
1. ἑνὸς οὐχ ὑπάρχειν. ὅτι δὲ πρὸς ἀπόδειξιν οἱ τοιοῦτοι
2. συλλογισμοὶ 〈χρήσιμοι〉, δηλοῖ καὶ Πλάτων ἐν Ἀλκιβιάδῃ
3. κεχρημένος κατὰ δύναμιν τῷ δευτέρῳ τῶν ὑποθετικῶν,
4. ἔνθα φησίν ‘εἰ Ἀλκιβιάδης οἶδε τὰ δίκαια, ἤτοι παρ’
5. ἑτέρου μαθὼν ἢ αὐτὸς εὑρὼν οἶδεν’, εἶτα δείξας ὅτι μήτε
6. παρ’ ἑτέρου μαθὼν μήτ’ αὐτὸς εὑρὼν ἐπιφέρει συμπέρασμα
7. τὸ μὴ γιγνώσκειν Ἀλκιβιάδην τὰ δίκαια.
8. κατὰ δὲ τὸ παραδιεζευγμένον ψιλὸν ὁ λόγος ἂν
9. οὕτως ἠρωτᾶτο ‘Ἀλκιβιάδης οἶδε τὰ δίκαια ἤτοι μαθὼν
10. ἢ αὐτὸς εὑρών· ἀλλὰ μὴν οὐκ οἶδε μαθών· αὐτὸς
11. ἄρα εὑρὼν οἶδεν.’

Cliquer un n° de page pour en afficher l’image