7. Καὶ σχεδὸν ἅπαντες οἱ συλλογισμοὶ διὰ τὴν
8. τῶν ἐπιτεταγμένων αὐτοῖς καθολικῶν ἀξιωμάτων πίστιν
9. ἔχουσι τὴν σύστασιν, 〈ὃ〉 ὕστερόν ποτέ μοι νοηθὲν
10. οὔτε [δ’] ἐν τοῖς Περὶ ἀποδείξεως ὑπομνήμασιν οὔτε
11. 〈ἐν τῷ〉 Περὶ τοῦ τῶν συλλογισμῶν ἀριθμοῦ γέγραπται.
12. καίτοι τοὺς εἰς τὸ πρός τι συλλογισμοὺς ᾔδειμεν οὖν
13. καὶ κατ’ ἐκείνας τὰς πραγματείας, εὑρηκότες τὸν τῆς
14. συστάσεως τρόπον αὐτῶν καὶ τῆς πίστεως· ὅτι δὲ
15. πάντες οἱ ἀποδεικτικοὶ συλλογισμοὶ διὰ τὴν τῶν καθόλου
16. πίστιν ἀξιωμάτων εἰσὶ τοιοῦτοι, μαθεῖν ἔνεστιν
17. ἐναργέστερον ἅπασι τοῖς ὁπωσοῦν ἠσκημένοις λόγοις
18. τοιούτοις ἐπιβλέψασι καθάπερ ἔχει καὶ ὁ τοιόσδε
19. ‘λέγεις “ἡμέρα ἐστίν”· ἀλλὰ καὶ ἀληθεύεις· ἡμέρα
20. 〈ἄρα〉 ἐστίν’. ἀποδεικτικός ἐστι καὶ ὁ τοιοῦτος συλλογισμός,
21. διότι καὶ τὸ καθόλου ἀξίωμα 〈ᾧ〉 ὑποπέπτωκεν
1. ἀληθές ἐστι τοιοῦτον ὑπάρχον ‘〈ἔστιν ὃ〉
2. ἀληθεύων τις λέγει· ὁ δέ τις οἷον Θέων εἰ τύχοι λέγει
3. “ἡμέρα ἐστίν”· † οἷον ἄρα ἐστὶν ἡμέρα’· τοῦτο δὲ διὰ
4. σαφεστέρας λέξεως καὶ οὕτως λέγεται ‘* * *· ἡμέρα
5. ἄρα ἐστίν’. ὁ γὰρ λέγων τόδε τι εἶναι, ταὐτὸν λέγει
6. τῷ φάσκοντι τῶν ὄντων τι καὶ τοῦτ’ εἶναι, καθάπερ
7. καὶ ὁ λέγων ‘ὑπάρχει τόδε τι’ ταὐτὸν λέγει τῷ εἶναι
8. τόδε φάσκοντι· καὶ μέντοι καὶ ὁ λέγων ‘ἀληθές ἐστι
9. τὸ ἡμέρα ἐστί’ * * *.
καὶ γεγυμνάσθαι σε χρὴ διὰ
10. τοῦτο κατὰ τὴν τῶν ἰσοδυναμο(υσῶ)ν προτάσεων γυμνασίαν·
11. ἔσθ’ ὅτε γοῦν ἰδεῖν ἔστι διαφερομένους τινὰς
12. ἀλλήλοις καίτοι δυν(ά)μ(ει) λέγοντας ταὐτόν, ἐνίοτε
13. δὲ οὐ δυνάμει ταὐτὸν ἀλλ’ ἄντικρυς ἀποφαινομένους
14. σαφῶς, ὥσπερ ἐὰν ὁ μέν τις καρπὸν ἔχῃ, ὁ δὲ † μακρὰ
15. ἔχων· λείπει δὲ ὅδε. παρεμπίπτει δὲ πολλάκις τοῖς
16. τοιούτοις λόγοις ἡ περὶ τῶν σημαινομένων ζήτησις,
17. ἐνίων μὲν εἰς πλείω σημαινόμενα †τὴν τῶν ἰδίων
18. δεομένην αὐτὴν σημαίνειν φασκόντων, οὐκ ὀλίγων δὲ
19. καὶ τελείως ἀποπιπτόντων τοῦ κατ’ αὐτὴν σημαινομένου
20. πολλάκις [τὲ] σαφεστάτου τε ὄντος καὶ πᾶσιν Ἕλλησι
21. γιγνωσκομένου καθάπερ ἐπεδείξαμεν ἐπὶ τῆς ἀληθεύειν
1. φωνῆς· τὸν γὰρ ὄντα ἢ καὶ γεγονότα ὡς ἔχει καὶ γέγονεν
2. ἑρμηνεύοντα πάντες Ἕλληνες ἀληθεύειν φάσκουσιν,
3. ὥσπερ γε καὶ ψεύδεσθαι τὸν τὰ μὴ ὄντα εἶναι λέγοντα
4. ἢ τὰ ὄντα μὴ εἶναι. προσέχειν οὖν χρὴ τὸν ὁτιοῦν
5. συλλογιζόμενον ἢ ἀποδεικνύντα δύο τοῖσδε πρώτοις
6. καὶ μάλιστα, τό τε σημαινόμενον ἐκ τῆς φωνῆς ἀκούειν
7. κατὰ τὸ 〈τῶν〉 Ἑλλήνων ἔθος τό τε λαμβανόμενον
8. λῆμμα πότερον ὡς ὑποπεπτωκὸς ἀξιώματι καθόλου δι’
9. ἐκεῖνο αὐτὸ πιστόν ἐστιν ἢ δι’ ἄλλο τι — τὰ πλεῖστα
10. γὰρ ὧν οἱ ἄνθρωποι συλλογίζονται καὶ ἀποδεικνύουσι,
11. κατὰ δύναμιν ἀξιώματος λέγεται — μεμνημένων ἡμῶν
12. καὶ αὐτοῦ τοῦ κατὰ τὴν ἀξίωμα φωνὴν σημαινομένου·
13. τὸν γὰρ ἐξ αὑ(τοῦ) πιστὸν λόγον οὕτως ὀνομάζειν
14. ὑπεθέμεθα κατὰ τὴν προκειμένην διδασκαλίαν. κοινωνεῖ
15. δὲ πολλάκι(ς) ὁ τοιοῦτος λόγος τῷ σημαινομένῳ,
16. καθάπερ (ἀμ)έλει καὶ κατ’ αὐτὸν τοῦτον τὸν προειρημένον
17. ἄρτι λόγον, ὃν ἐπωνόμασα 〈δι’〉 ὡρισμένου,
18. σαφέστερον ἐρωτήσειεν (ἄν) τις 〈οὕτως ‘ἀλήθειά ἐστι
19. λόγος ἑρμηνευτικὸς τῶν ὄντων·〉 Δίων ἀληθεύει πάντα,
20. ἀλλὰ καὶ μαντικ(ὴν) εἶναι λέ(γει)· ἄρα ἔστι μαντική·
21. εἰ γὰρ πάντ’ ἀληθεύει Δίων, εὔδηλον ὅτι καὶ
22. αὐτὸ τοῦτο τὸ τὴν μαντικὴν εἶναι· εἰ δὲ ἀληθές ἐστι
23. τὸ εἶναι μαντικήν, ἔστι μαντική’. ἐν γὰρ τούτῳ τῷ
24. λόγῳ τὸ μὲν ἐκ τῆς 〈ἀλήθεια〉 φωνῆς σημαίνεσθαι
25. λόγον ἑρμηνευτικὸν τῶν ὄντων ἐξήγησίς ἐστι τοῦ σημαινομένου
1. πρὸς τῆς ἀλήθεια φωνῆς, τὸ δὲ πάντῃ
2. ἀληθεύειν Δίωνα ἐν χώρᾳ τοῦ καθόλου ἀξιώματος
3. εἴληπται, τὸ δὲ 〈συμπέρασμα τόδε〉 ‘εἰ πάντα ἀληθεύει
4. Δίων, ἓν δέ τι 〈ὧν φησι〉 καὶ τοῦτ’ ἔστι τὸ μαντικὴν
5. εἶναι, ἀλη(θές) ἐστι καὶ τοῦτο’.
⟨
(Inst. log.) [n° 402 Fichtner]
Institutio logica
Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).
Institutio logica, 17, ed. Kalbfleisch, 1896, p. 42-45. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩