18. Ἐπεὶ δὲ καὶ 〈περὶ〉 τῶν κατὰ πρόσληψιν ὀνομαζομένων
19. συλλογισμῶν οἱ ἐκ τοῦ Περιπάτου γεγράφασιν
20. ὡς χρησίμων, ἐμοὶ δὲ περιττοὶ δοκοῦσιν εἶναι
21. καθότι δέδεικταί μοι κἀν τῇ Περὶ τῆς ἀποδείξεως
22. πραγματείᾳ, προσῆκον εἴη ἄν τι καὶ περὶ τούτων εἰπεῖν.
23. πόσοι μὲν οὖν καὶ τίνες εἰσίν, οὐκ ἀναγκαῖον ἐνταῦθα
1. διεξέρχεσθαι τελείως εἰρηκότι περὶ αὐτῶν ἐν ἐκείνοις
2. τοῖς ὑπομνήμασιν· ὁποῖον δέ τι τὸ εἶδος αὐτῶν, εἰρήσεται
3. διὰ παραδειγμάτων δυοῖν. ἓν μὲν οὖν εἶδός
4. ἐστι τοῖον ‘καθ’ οὗ τόδε, καὶ τόδε· 〈ἀλλὰ τόδε κατὰ
5. τοῦδε· καὶ τόδε〉 ἄρα κατὰ τοῦδε’ καὶ ἐπ’ ὀνομάτων
6. ‘ἐφ’ οὗ δένδρον, καὶ φυτόν· δένδρον (δὲ) ἐπὶ πλατάνου·
7. καὶ φυτὸν ἄρα ἐπὶ πλατάνου·’ προσυπακοῦσαι
8. δὲ δηλονότι δεῖ τῷ κατὰ τὸν λόγον τὸ ‘κατηγορεῖται’
9. ἢ ‘λέγεται’, ὡς εἶναι τὸν ὁλόκληρον λόγον
10. τοιόνδε ‘καθ’ οὗ δένδρον κατηγορεῖται, κατὰ
11. τούτου φυτὸν κατηγορεῖται· δένδρον δὲ πλατάνου
12. κατηγορεῖται· καὶ φυτὸν ἄρα πλατάνου κατηγορηθήσεται’.
13. ἕτερον δὲ εἶδος συλλογισμῶν ἐκ τῶν κατὰ
14. πρόσληψιν ‘ὃ κατὰ τοῦδε, καὶ κατὰ τοῦδε· 〈τόδε δὲ
15. κατὰ τοῦδε· ὥστε καὶ κατὰ τοῦδε〉’· ἐπ’ ὀνομάτων
16. δέ ‘ὃ κατὰ δένδρου, καὶ 〈κατὰ〉 πλατάνου· φυτὸν δὲ
17. κατὰ τοῦ δένδρου· καὶ κατὰ πλατάνου ἄρα’. 〈ὅτι〉
18. δ’ οἱ τοιοῦτοι συλλογισμοὶ τῶν κατηγορικῶν ἐπιτομαί
19. τινές εἰσιν, οὐχ ἕτερον γένος αὐτῶν, ἐπιδεδειχὼς [οὖν]
20. ἐν οἷς εἶπον ὑπομνήμασιν οὐδὲν ἔτι δέομαι λέγειν
21. ἐνταῦθα περὶ αὐτῶν· κατὰ γὰρ τὰς εἰσαγωγὰς αὐτῶν
22. οὐδὲν δεῖ τῶν χρησίμων παραλείπεσθαι, τοὺς δ’ ἐλέγχους
23. τῶν περιττῶν μὴ λέγεσθαι. διὰ τοῦτο οὖν οὐδὲ τοὺς
24. ὑπὸ Χρυσίππου συντεθέντας ἐν ταῖς τρισὶ Συλλογιστικαῖς
25. [ἀχρήστοις] ἐπιδεικτέον μοι νῦν ἐστιν ἀχρήστους
1. ὄντας· ἑτέρωθι γὰρ ἔδειξα τοῦτο, καθάπερ καὶ 〈περὶ〉
2. τῶν περαντικῶν ὑπ’ αὐτοῦ κληθέντων· ἐδείχθη〈σαν〉
3. γὰρ καὶ τούτων ἔνιοι μὲν οὐκ ἴδιόν τι γένος ὄντες
4. συλλογισμῶν, ἀλλὰ 〈διὰ〉 πεπονθυίας λέξεως ἑρμηνευόμενοι,
5. ποτὲ μὲν κατ’ ἀκολουθίας ὑπέρθεσιν * * *,
6. οἱ δὲ ὑποσυλλογιστικοὶ κληθέντες ἐν ἰσοδυναμούσαις
7. λέξεσι τοῖς συλλογιστικοῖς λεγόμενοι· τέλος δὲ περιττοὶ
8. πρὸς αὐτοῖς οὓς ἀμεθόδους ὀνομάζουσιν, οἷς οὐδενὸς
9. ὄντος ὅλως μεθοδικοῦ λόγου συλλογιστέον.
⟨
(Inst. log.) [n° 402 Fichtner]
Institutio logica
Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).
Institutio logica, 19, ed. Kalbfleisch, 1896, p. 47-49. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:19
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩