Galenus. Institutio logica (Inst. log.) [n° 402 Fichtner]

Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).

Institutio logica, 2, ed. Kalbfleisch, 1896, p. 5-7. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:2

1. 〈Τῶν δὲ προτάσεων〉 ἔνιαι μὲν ὑπὲρ ἁπλῆς
2. ὑπάρξεως ἀποφαίνονται, καθάπερ ὁπόταν εἴπῃς ‘πρόνοια
3. ἔστιν· ἱπποκένταυρος οὐκ ἔστιν’ [αἴνιγμα] ἢ 〈περὶ
4. τῆς οὐσίας, καθάπερ〉 αἱ τοιαίδε ‘ὁ ἀὴρ σῶμά ἐστιν·
5. ὁ ἀὴρ οὐκ ἔστι σῶμα’, ὑπὲρ δὲ τοῦ μεγέθους ‘ὁ ἥλιος
6. 〈ποδιαῖός ἐστιν· ὁ ἥλιος〉 οὐκ ἔστι ποδιαῖος’, ἔνιαι δὲ
7. ὑπὲρ τῆς ποιότητος ‘ὁ ἥλιος 〈φύσει θερμός ἐστιν· ὁ
8. ἥλιος〉 οὐκ ἔστι φύσει θερμός’, ἔνιαι δὲ ὑπὲρ τοῦ 〈πρός〉
9. τι ‘μείζων ἐστὶν ὁ ἥλιος τῆς σελήνης· 〈οὐ μείζων ἐστὶν
10. ὁ ἥλιος τῆς σελήνης’〉, ἔνιαι δὲ ὑπὲρ τοῦ ποτέ ‘κατὰ
11. τὰ Πελοποννησιακὰ γέγονεν Ἱπποκράτης’ ἢ ‘οὐ γέγονε
12. κατὰ τὰ Πελοποννησιακά’, ἔνιαι δὲ ὑπὲρ τοῦ ποῦ
13. ‘δεύτερος ἀπὸ γῆς ἐστιν ὁ ἥλιος· οὐκ ἔστιν δεύτερος
14. ἀπὸ γῆς ὁ ἥλιος’, τινὲς δὲ ὑπὲρ τοῦ κεῖσθαι ‘καθήμενόν
15. ἐστι τὸ τοῦ Διὸς Ὀλυμπιᾶσιν ἄγαλμα· 〈οὐκ ἔστι
16. καθήμενον τὸ τοῦ Διὸς Ὀλυμπιᾶσιν ἄγαλμα’〉, τινὲς
17. 〈δὲ ὑπὲρ τοῦ ἔχειν ‘ὑπο〉δέδεται τὸ τοῦ Διὸς ἄγαλμα·
18. 〈οὐχ ὑποδέδεται τὸ τοῦ Διὸς ἄγαλμα’〉, τινὲς δὲ ὑπὲρ
19. τοῦ ποιεῖν ‘θερμαίνει τὸ ῥόδινον· 〈τὸ ῥόδινον〉 οὐ
20. θερμαίνει’, ἔνιαι δὲ περὶ τοῦ πάσχειν ‘θερμαίνεσθαι
21. πεφύκαμεν ὑπὸ τοῦ ῥοδίνου· οὐ θερμαίνεσθαι πεφύκαμεν
22. ὑπὸ τοῦ ῥοδίνου’. τὰς τοιαύτας οὖν προτάσεις
23. ἁπάσας κατηγορικὰς ὀνομάζομεν ἕνεκα σαφοῦς τε ἅμα
1. καὶ συντόμου διδασκαλίας, τὰ μέρη δὲ ἐξ ὧν σύγκεινται
2. καλοῦμεν ὅρους ἑπόμενοι [τῶν ἐν] τῇ παλαιᾷ
3. συνηθείᾳ, οἷον ἐν τῇ ‘Δίων περιπατεῖ’ τόν τε Δίωνα
4. καὶ τὸ περιπατεῖν, ὑποκείμενον ὅρον τὸν Δίωνα, κατηγορούμενον
5. δὲ τὸ περιπατεῖν λαμβάνομεν. ὅταν μὲν
6. οὖν ἐξ ὀνόματος ᾖ καὶ ῥήματος ἡ πρότασις, οὕτω χρὴ
7. διαιρεῖν τοὺς ὅρους· ὅταν δὲ ἐξ ὀνομάτων καὶ ῥήματος
8. οἷον ἐν τῇ ‘Δίων ἄνθρωπός ἐστιν’, ὑποκεῖσθαι
9. μὲν ἐροῦμεν τὸν Δίωνα, κατηγορεῖσθαι δὲ τὸν ἄνθρωπον,
10. ἔξωθεν δὲ προσκατηγορεῖσθαι ἐπίρρημα τὴν κοινωνίαν
11. τῶν ὅρων ἐνδεικνύμενον. ὅταν μὲν οὖν ἐπὶ
12. Δίωνός τι κατηγορῶμεν, οὐκ ἐγχωρεῖ λέγειν οὔτε πᾶς
13. οὔτε τὶς· ὅταν δ’ ἐφ’ ἑτέρου πράγματος ὃ τέμνεσθαι
14. δύναται, καθάπερ ἐπ’ ἀνθρώπου καὶ δένδρου, διωρίσθαι
15. χρὴ κατὰ τὸν λόγον, εἴτε παντὸς αὐτοῦ κατηγορεῖται
16. τὸ κατηγορούμενον εἴτε τινός, ὡσαύτως δὲ καὶ εἰ παντὸς
17. ἢ τινὸς ἀποφάσκεται. καὶ τοίνυν αἱ προτάσεις αἱ
18. μὲν ἅμα τῷ πᾶς λεγόμεναι καθόλου καταφατικαὶ καλείσθωσαν,
19. ὡς ἂν εἴπωμεν ‘ἅπας ἄνθρωπος ζῷόν
20. ἐστιν· ἅπασα πλάτανος δένδρον ἐστίν’. αἱ δὲ ἀποφάσεις
21. παντὸς τοῦ γένους κατηγορούμεναι ἀποφατικαί
22. τε καὶ στερητικαὶ καθόλου προσαγορευέσθωσαν, ὡς
23. ὅταν εἴπωμεν ‘οὐδεὶς ἄνθρωπος † γραπτός ἐστιν’· ὅσαι
24. δ’ οὔτε κατηγοροῦσιν οὔτε ἀποφάσκουσιν ὅλου τοῦ
1. γένους, ἐν μέρει καλείσθωσαν, ὡς ἐπὶ μέρους καταφατικὴ
2. μὲν ἡ τοιαύτη ‘τὶς ἄνθρωπος ζῷόν ἐστιν’ , ἀποφατικὴ
3. δὲ ἡ τοιάδε ‘τὶς ἄνθρωπος οὐκ ἔστι ζῷον’·
4. ἴσον δὲ δυναμένην τῇ τελευταίᾳ προτάσει τὴν τοιαύτην
5. ‘οὐ πᾶς ἄνθρωπος ζῷόν ἐστιν’ ἀποφατικὴν ἐν μέρει
6. καὶ ταύτην ὀνομάζομεν. ὅταν δὲ οὐσίας ὡρισμένης οὐ
7. κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ κατὰ τὸν ἀριθμὸν κατηγορῶμέν
8. τι, τότε οὐκ ἔτ’ ἐγχωρεῖ λέγειν οὔτε τὸ πᾶς
9. οὔτε τὸ τὶς οὔτε τὸ οὐ πᾶς οὔ〈τε τὸ οὐ〉δείς· ἐν γοῦν
10. τῇ ‘Δίων ἄνθρωπός ἐστιν’ οὐδὲν τῶν εἰρημένων
11. οἷόν τε προσθεῖναι.

Cliquer un n° de page pour en afficher l’image