12. Γένος ἄλλο προτάσεών ἐστιν ἐν αἷς τὴν ἀπόφανσιν
13. οὐ περὶ τῆς ὑπάρξεως ποιούμεθα τῶν πραγμάτων,
14. ἀλλὰ περὶ τοῦ τίνος ὄντος τί ἐστι καὶ τίνος οὐκ ὄντος
15. τί ἐστιν· ὑποθετικαὶ δὲ ὀνομαζέσθωσαν αἱ τοιαῦται
16. προτάσεις, αἱ μέν, ὅταν τινὸς ἑτέρου ὄντος ἐξ
17. ἀνάγκης εἶναι λέγωσι τόδε τι, κατὰ συνέχειαν, αἱ δέ,
18. ὅταν ἤτοι μὴ ὄντος εἶναι ἢ [μὴ] ὄντος μὴ εἶναι, διαιρετικαί.
19. λέγειν δὲ 〈εἶναι〉 ἢ ὑπάρχειν οὐ διαφέρει παρὰ
20. τοῖς Ἕλλησιν ἅπασι τοῖς τε νῦν καὶ τοῖς παλαιοῖς,
21. ὥσπερ οὐδὲ τὸ ὑφεστηκέναι· παρὰ τοῖς νῦν γὰρ καὶ τοῦτο
22. κατὰ τῆς αὐτῆς ἐννοίας λέγεται· ἐπεὶ δὲ τῶν αἰσθητῶν
23. πραγμάτων ἔχομεν μνήμας, ὅταν μὲν 〈κατὰ〉 κινήσεις
1. ταύτας ποιησώμεθα καθάπερ εἰ τύχοι Ἀθηναίων,
2. ὀνομαζέσθω τοῦτο ἡμῖν νόησις, ὅταν δὲ ἡσυχάζουσαι
3. τύχωσιν, ἔννοιαι· τοιαῦται δ’ εἰσὶ καὶ ἄλλαι οὐκ ἐκ
4. μνήμης τῶν αἰσθήσεων, ἀλλ’ ἔμφυτοι πᾶσιν ὑπάρχουσαι,
5. καλοῦσι δὲ αὐτὰς οἱ παλαιοὶ τῶν φιλοσόφων, ὅταν
6. ἑρμηνεύωνται διὰ φωνῆς, ἀξίωμα· πολλάκις μέντοι καὶ
7. τὴν ἔννοιαν νόησιν ὀνομάζουσιν οἱ Ἕλληνες. μάλιστα
8. μὲν οὖν ἐπειδὰν ὑπάρχον τι πιστεύηται δι’ ἕτερον
9. ὑπάρχειν ἢ κατὰ συνέχειαν, ὑποθετικὴ πρὸς τῶν
10. παλαιῶν φιλοσόφων ὀνομάζεται 〈ἡ〉 πρότασις, ἤδη δὲ
11. καὶ ἐπειδὰν [μέντοι] διότι μὴ ἔστι τόδε, εἶναι τόδε
12. νοῶμεν, οἷον 〈ὅτι〉 νὺξ οὐκ ἔστιν, ἡμέραν εἶναι· μάλιστα
13. μὲν οὖν ὀνομάζουσι τὴν τοιαύτην πρότασιν
14. διαιρετικήν, οὐ μὴν ἀλλὰ καὶ διεζευγμένον ἀξίωμά τισι
15. τῶν νεωτέρων φιλοσόφων ὀνομάζεται, καθάπερ γε καὶ
16. συνημμένον τὸ ἕτερον εἶδος τῶν προτάσεων τῶν ὑποθετικῶν
17. ἃς κατὰ συνέχειαν ἐλέγομεν γίγνεσθαι· οἰκειοτέρα
18. δέ ἐστι λέξις τὸ [τὰ] διεζευγμένον τοῖς ἀξιώμασιν,
19. ἃς δηλονότι διαιρετικὰς προτάσεις ἔφαμεν ὀνομάζεσθαι,
20. διὰ τοῦ ἤτοι συνδέσμου — διαφέρει δὲ οὐδὲν ‘ἤ’ διὰ
21. μιᾶς συλλαβῆς λέγειν ἢ διὰ δυοῖν — (ἢ) τοῖς συνημμένοις
22. διὰ τοῦ εἰ 〈ἢ ἐπεί,〉 εἴπερ ἓν καὶ οὗτοι σημαίνουσιν.
1. ὡς ὀνομάζεσθαι τὸν μὲν τοιοῦτον λόγον ‘ει’
2. ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν’ συνημμένον
3. ἀξίωμα κατά γε τοὺς νεωτέρους φιλοσόφους, κατὰ
4. μέντοι τοὺς παλαιοὺς πρότασιν ὑποθετικὴν κατὰ συνέχειαν·
5. τοὺς δέ γε τοιούτους ‘ἤτοι γ’ ἡμέρα ἐστὶν ἢ
6. νύξ ἐστι’ διεζευγμένον μὲν ἀξίωμα παρὰ τοῖς νεωτέροις
7. φιλοσόφοις, πρότασιν δὲ ὑποθετικὴν κατὰ διαίρεσιν
8. παρὰ τοῖς παλαιοῖς. ἴσον δὲ ἡ διαιρετικὴ πρότασις
9. δύναται τῷ τοιούτῳ λόγῳ ‘εἰ μὴ ἡμέρα ἐστί,
10. νύξ ἐστιν’, ὃν ἐν σχήματι λέξεως συνημμένῳ λεγόμενον,
11. ὅσοι μὲν ταῖς φωναῖς μόνον προσέχουσι, συνημμένον
12. ὀνομάζουσιν, ὅσοι δὲ τῇ φύσει τῶν πραγμάτων,
13. διεζευγμένον· ὡσαύτως δὲ καὶ τὸ τοιοῦτον εἶδος
14. τῆς λέξεως ‘εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν’ διεζευγμένον
15. ἐστὶν ἀξίωμα τῇ φύσει τῶν πραγμάτων αὐτῇ, συνημμένου
16. δὲ ἰδέαν ἔχει τῇ λέξει.
⟨
(Inst. log.) [n° 402 Fichtner]
Institutio logica
Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).
Institutio logica, 3, ed. Kalbfleisch, 1896, p. 7-9. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩