Galenus. Institutio logica (Inst. log.) [n° 402 Fichtner]

Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).

Institutio logica, 4, ed. Kalbfleisch, 1896, p. 9-11. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:4

17. Ἡ μὲν οὖν τοιαύτη φύσις τῶν πραγμάτων τελείαν
18. ἐνδείκνυται τὴν μάχην, ἡ δὲ ἑτέρα τὴν ἐλλιπῆ, καθ’
19. ἣν ὧδέ πως λέγομεν ‘εἰ Ἀθήνησίν ἐστιν Δίων, οὐκ
20. ἔστιν Ἰσθμοῖ Δίων’. ἡ γάρ τοι μάχη κοινὸν μὲν ἔχει
21. τὸ μὴ συνυπάρχειν τὰ [μὴ συμ]μαχόμενα, διαφέρει (δὲ)
22. τῷ τινὰ μὲν πρὸς τῷ μὴ συνυπάρχειν μηδὲ συναπόλλυσθαι
23. δύνασθαι, τισὶ δὲ καὶ τοῦθ’ ὑπάρχειν· ὅταν
24. οὖν ἓν μόνον αὐτοῖς τὸ μὴ συνυπάρχειν, ἐλλιπής ἐστιν
1. ἡ μάχη, ὅταν δὲ (καὶ) τοῦτο τὸ 〈μὴ〉 συναπόλλυσθαι,
2. τελεία· τῶν γὰρ τοιούτων πραγμάτων ἀνάγκη δυοῖν
3. θάτερον οὐκ εἶναι. διὸ καὶ συλλογισμὸς αὐτοῖς
4. διττός, εἰ μὲν προσληφθείη τὸ ἡμέραν εἶναι περαινομένου
5. τοῦ μὴ εἶναι νύκτα, προσληφθέντος δὲ τοῦ μὴ
6. εἶναι ἡμέραν, τοῦ νύκτα εἶναι· κατὰ δὲ τὴν ἐλλιπῆ μάχην
7. ἓν μόνον 〈ἔστ〉ι προσλαβόν〈τα〉 τῶν κατὰ τὴν μάχην
8. ἀναιρεῖν θάτερον· ὃ δ’ ἂν οὕτως προσλαμβάνῃς ἀξίωμα,
9. πρόληψις εἰκότως ὀνομάζεται. ἐπὶ μὲν 〈οὖν〉 τῆς ἐλλειπούσης
10. μάχης ἐν ἔθει τοῖς Ἕλλησίν ἐστιν οὕτω λέγειν
11. ‘〈οὐκ ἔστιν〉 Ἀθήνησί τε καὶ Ἰσθμοῖ Δίων’ ἐνδεικτικήν
12. τε ἕξει τὴν τοιαύτην φωνήν, ὅσοις τῆς ἐλλιποῦς
13. 〈μέτεστι〉 μάχης· εἰ δὲ ἐφ’ ἑτέρων λέγοιτο φωνῶν 〈ἃ〉
14. μήτε ἀκολουθίαν ἔχει πρὸς ἄλληλα μήτε μάχην [ἀποφατικήν],
15. συμπεπλεγμένον καλέσομεν τὸ τοιοῦτον
16. ἀξίωμα, καθάπερ ἐπὶ τοῦ ‘Δίων περιπατεῖ καὶ Θέων
17. διαλέγεται’· ταυτὶ γὰρ οὔτε μάχην οὔτε ἀκολουθίαν
18. ἔχοντα κατὰ συμπλοκὴν ἑρμηνεύε〈τα〉ι. διὸ κἀπειδὰν
19. ἀποφάσκωμεν αὐτά, τὸν λόγον ἐκεῖνον ἤτοι γε ἀποφατικὴν
20. συμπλοκὴν ἢ ἀποφατικὸν εἶναι συμπεπλεγμένον
1. φήσομεν· οὐδὲν γὰρ πρὸς τὸ παρὸν διαφέρει
2. συμπεπλεγμένον λέγειν ἀποφατικὸν ἢ συμπλοκὴν 〈ἀποφατικήν〉,
3. ἔχοντός γέ σου σκοπὸν ἐν ἁπάσῃ λέξει
4. τὸ δηλῶσαι σαφῶς τοῖς πέλας ὅτιπερ ἂν αὐτὸς ἐννοῇς.
5. ἀλλ’ οἱ περὶ Χρύσιππον κἀνταῦθα τῇ λέξει μᾶλλον ἢ
6. τοῖς πράγμασι προσέχοντες τὸν νοῦν ἅπαντα τὰ διὰ
7. τῶν συμπλεκτικῶν καλουμένων συνδέσμων συνιστάμενα
8. κἂν ἐκ μαχομένων ἢ ἀκολούθων συμπεπλεγμένα καλοῦσιν,
9. ἐν οἷς μὲν σύγκειταί τις ἀκρίβεια διδασκαλίας
10. ἀμελῶς χρώμενοι τοῖς ὀνόμασιν, ἐν οἷς δὲ οὐδὲν διαφέρον
11. αἱ φωναὶ σημαίνουσιν αὐτοὶ νομοθετοῦντες ἴδια
12. σημαινόμενα· οἱ δὲ οὐχ οὕτως χρή〈σαιντ’ ἂν〉 τοῖς
13. ὀνόμασιν, εἴπερ Ἑλληνίζειν τε καὶ σαφεῖς εἶναι τοῖς
14. ἀκούουσι βούλοιντο. αὐτίκα γε τὸ ἀκόλουθον ἐάν τε
15. οὕτως ὡς εἴρηται νῦν λέγῃς ἐάν τε ἑπόμενον ἢ συνηρτημένον,
16. οὐ διοίσει· ἅπαντα γὰρ τὰ τοιαῦτα λέγεται
17. τῶν ὀνομάτων ἐκ μεταφορᾶς ἀπὸ τῶν κυρίως κατὰ
18. τὸν βίον ὠνομασμένων συνῆφθαί τε καὶ συνηρτῆσθαι·
19. κατὰ πολλοὺς δὲ τρόπους γίγνεται τοῦτο, περὶ ὧν
20. ἐπισκέψασθαι τῆς ἀποδεικτικῆς ἐστιν, [καὶ] ὥσπερ
21. γε καὶ τὸ μάχεσθαι κατὰ πολλοὺς γίγνεται τρόπους.

Cliquer un n° de page pour en afficher l’image