22. Ἀλλὰ νῦν γε τὰς προσηγορίας αὐτῶν διαιρώμεθα·
23. καὶ τοίνυν ἕνεκα σαφοῦς τε ἅμα καὶ συντόμου διδασκαλίας
24. οὐδὲν κωλύει τὰ μὲν τὴν τελείαν μάχην ἔχοντα
1. διεζευγμένα καλεῖν, τὰ δὲ τὴν ἐλλιπῆ παραπλήσια
2. διεζευγμένοις· παραπλήσια δὲ λέγειν ἢ ὅμοια διαφερέτω
3. μηδέν· 〈ἐν〉 ἐνίοις δ’ ἀξιώμασιν ἐγχωρεῖ μὲν εἶναι
4. καὶ πλείω καὶ πάντα, μὴ μόνον ἕν, ἀναγκαῖον δ’ ἐστὶ
5. τὸ ἓν ὑπάρχειν· ὀνομάζουσι δὲ ἔνιοι τὰ τοιαῦτα παραδιεζευγμένα,
6. τῶν διεζευγμένων ἓν μόνον ἐχόντων ἀληθές,
7. ἄν τ’ ἐκ δυοῖν ἀξιωμάτων ἁπλῶν ἄν τ’ ἐκ πλειόνων
8. συγκέηται. ἓν μὲν γὰρ ἁπλοῦν ἀξίωμα τὸ ‘Δίων περιπατεῖ’,
9. καθάπερ γε καὶ τὸ ‘κάθηται Δίων’, ἓν δὲ
10. ἀξίωμα καὶ τὸ ‘κατάκειται Δίων’, ὥσπερ γε καὶ τὸ
11. ‘τρέχει’ καὶ τὸ ‘ἕστηκεν’, ἀλλ’ ἐξ ἁπάντων αὐτῶν
12. διεζευγμένον ἀξίωμα γίγνεται τοιόνδε ‘Δίων ἤτοι περιπατεῖ
13. ἢ κάθηται ἢ κατάκειται ἢ τρέχει ἢ ἕστηκεν’·
14. ὅταν δὲ οὕτως τι συγκείμενον ᾖ, ἓν μὲν ἐν αὐτοῖς
15. ὁτιοῦν ἑκάστῳ τῶν ἄλλων μάχεται μάχην ἐλλιπῆ, τὰ
16. πάντα δὲ ἀλλήλοις ἅμα τελείαν, ἐπειδήπερ ἀναγκαῖόν
17. ἐστιν ἓν μὲν ὑπάρχειν [τὸ] ἐν αὐτοῖς, οὐχ ὑπάρχειν
18. δὲ τὰ ἄλλα. κατὰ μὲν οὖν τὴν τελείαν μάχην δύο
19. συστήσονται συλλογισμοὶ προσλαμβανόντων ἡμῶν ἤτοι
20. γε ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ ἕτερον αὐτῶν, ἐπιφερόντων
21. δὲ θάτερον οὐχ ὑπάρχειν 〈μὲν ὅταν ὑπάρχῃ
22. τὸ ἕτερον, ὑπάρχειν〉 δὲ ὅταν οὐχ ὑπάρχῃ· κατὰ δὲ
23. τὴν ἐλλιπῆ μία μὲν ἡ πρόσληψις, ἕν τι τῶν μαχομένων
24. ὑπάρχειν, ἓν δὲ καὶ τὸ συμπέρασμα 〈μὴ〉 ὑπάρχειν τὸ
1. λοιπόν. οὕτω μὲν ὅταν ἐκ δυοῖν ἡ μάχη συνεστήκῃ·
2. πλειόνων δὲ τῶν μαχομένων ὄντων ἐπὶ μὲν τῆς τελείας
3. μάχης ἤτοι γε ἓν ὑπάρχειν εἰπόντες ἀποφήσομεν τὸ
4. λοιπὸν ἅπαν ἢ ἐκεῖνο πᾶν ἀποφήσομεν, ὑπάρχειν ἐροῦντες
5. τὸ ἕν, οὐ μὴν οὔτε ἀποφήσαντες τὸ ἓν ἐάσομεν
6. ὑπάρχειν τὸ λοιπὸν οὔτε καταφήσαντες ἐκεῖνο τὸ ἓν
7. 〈ἀποφήσομεν〉 ὑπάρχειν· ἐπὶ δὲ τῆς ἐλλιποῦς μάχης
8. ὑπάρχειν εἰπόντες 〈ἕν τι〉 ἀποφήσομεν τὸ λοιπὸν πλῆθος,
9. οὐ μὴν ἄλλην γέ τινα πρόσληψιν ἕξομεν ἐπιτηδείαν
10. εἰς συλλογισμόν. ἐπὶ δὲ τῆς κατὰ συνέχειαν
11. ὑποθετικῆς προτάσεως, ἣν οἱ περὶ τὸν Χρύσιππον ὀνομάζουσι
12. συνημμένον ἀξίωμα, προσλαβόντες μὲν τὸ
13. ἡγούμενον ἕξομεν τὸ λῆγον συμπέρασμα, προσλαβόντες
14. δὲ τὸ τοῦ λήγοντος ἀντικείμενον ἕξομεν συμπέρασμα
15. τὸ τοῦ ἡγουμένου ἀντικείμενον, οὐ μὴν οὔτε τὸ λῆγον
16. προσλαβόντες οὔτε τὸ ἀντικείμενον τοῦ ἡγουμένου συμπέρασμα
17. ἕξομεν.
⟨
(Inst. log.) [n° 402 Fichtner]
Institutio logica
Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).
Institutio logica, 5, ed. Kalbfleisch, 1896, p. 11-13. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩