19. Κατὰ μὲν δὴ τοὺς τοιούτους συλλογισμοὺς αἱ προτάσεις
20. ἡγεμονικαὶ τῶν προσλήψεων· οὔτε γὰρ ἐν τῷ
21. διεζευγμένῳ 〈πλείους ἢ δύο γίγνονται προσλήψεις
22. οὔτ’ ἐν τῷ παραδιεζευγμένῳ〉, κατὰ δὲ τὴν ἐλλιπῆ
23. μάχην ἓν μόνον οἷόν τε προσλαμβάνειν· ὅπερ οἱ περὶ
1. Χρύσιππον οὐχ ἡγεμονικὰ μόνον ἀλλὰ καὶ τροπικὰ
2. 〈τὰ〉 τοιαῦτα τῶν ἀξιωμάτων ὀνομάζουσιν ὡς ἂν ἐπ’
3. αὐτοῖς ὅλου τοῦ συλλογισμοῦ πηγνυμένου καθάπερ ἐπὶ
4. τρόπιδι νεώς. καὶ μέντοι καὶ τῶν ἐκ τοῦ Περιπάτου
5. τινὲς ὥσπερ καὶ Βόηθος οὐ μόνον ἀναποδείκτους ὀνομάζουσι
6. τοὺς ἐκ τῶν ἡγεμονικῶν λημμάτων συλλογισμούς,
7. ἀλλὰ καὶ πρώτους· ὅσοι δὲ ἐκ κατηγορικῶν
8. προτάσεών εἰσιν ἀναπόδεικτοι συλλογισμοί, τούτους
9. οὐκ ἔτι πρώτους ὀνομάζειν συγχωροῦσι· καίτοι καθ’
10. ἕτερόν γε τρόπον οἱ τοιοῦτοι πρότεροι τῶν ὑποθετικῶν
11. εἰσιν, εἴπερ γε καὶ αἱ προτάσεις αὐτῶν ἐξ ὧν
12. σύγκεινται πρότεραι βεβαίως εἰσίν· οὐδεὶς γὰρ ἀμφισβητήσει
13. τὸ μὴ οὐ πρότερον εἶναι τὸ ἀπλοῦν τοῦ
14. συνθέτου. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἀμφισβητήσεων
15. οὔτε εὑρεῖν οὔτε ἀγνοῆσαι μέγα· χρὴ γὰρ ἀμφότερα
16. τὰ μέρη γιγνώσκειν τῶν συλλογισμῶν, καὶ τοῦτ’
17. ἔστι τὸ χρήσιμον, ὀνομάζειν δὲ τοὺς ἑτέρους ἢ διδάσκειν
18. προτέρους ὡς ἑκάστῳ φίλον· οὐ μὴν ἐκείνοις γε
19. ἀγνοεῖσθαι προσῆκεν. ὅσοι δὴ ὑποθετικοὶ συλλογισμοί,
20. τὴν πρόσληψιν ἀναγκαίαν ἔχουσιν, οἱ κατηγορικοὶ δὲ
21. οὐκ ἔχουσιν· ὁ γάρ τοι εἰπών ‘ἅπαν καλὸν αἱρετόν
22. ἐστιν’ ἀναγκαῖον μὲν ἔχει πρὸς τὸ γεννῆσαί τινα συλλογισμὸν
23. ἤτοι τὸ καλὸν ἢ τὸ αἱρετὸν ἐν τῇ δευτέρᾳ
24. προτάσει παραλαμβάνειν, οὐ μὴν οὔτε τὰ (αὐ)τὰ θατέρᾳ
25. προτάσει παρα λαμβάνει(ν), οὔκουν οὔτε καταφάσκ(ειν)
26. οὔτε ἀποφάσκ(ειν) τι ἐξ ἀνάγκ(ης), οὔτε
1. μόνον ὡς ἐν ταῖς ὑποθετικαῖς, ἀλλὰ μεθ’ ὅτουπερ ἂν
2. ἑτέρου συμπλέκειν αὐτὸ βουληθῇ. δυνατὸν μὲν
3. γὰρ αὐτῷ καὶ τοιαύτην πρότασιν τῇ προτέρᾳ προσθέντι
4. ποιῆσαι συλλογισμόν ‘πᾶν αἱρετὸν ἀγαθόν ἐστιν’·
5. ἔσται γὰρ ὁ συλλογισμός ‘ἅπαν καλὸν αἱρετόν 〈ἐστι·
6. πᾶν αἱρετὸν〉 ἀγαθόν ἐστι· 〈πᾶν ἄρα καλὸν ἀγαθόν
7. ἐστι〉’· δυνατὸν δὲ καὶ πᾶν [καλὸν] ὁτιοῦν ἄλλο κατηγορήσαντι
8. τῶν † ἐρώντων ἐργάζεσθαι τὸν συλλογισμόν·
9. οὕτω δὲ καὶ θατέρῳ τῶν ὅρων τῷ ‘καλόν’ ἄλλον
10. ὅρον ὑποθέντι οἷόν τ’ ἐστὶ ποιήσασθαι συλλογισμόν,
11. οἷον οὕτως ‘ἡ δικαιοσύνη καλόν ἐστι· τὸ καλὸν αἱρετόν
12. ἐστιν· 〈ἡ δικαιοσύνη ἄρα αἱρετόν ἐστιν〉’. 〈οὕ〉τω μὲν
13. οὖν προστιθεὶς τῇ πρώτῃ προτάσει τὴν δευτέραν τὸν
14. κοινὸν ὅρον ἐν ἀμφοτέραις τῷ μὲν ὑποκείμενον ἐργάσῃ,
15. θατέρου δὲ κατηγορούμενον· ἐγχωρεῖ δὲ καὶ οὕτω
16. προσθεῖναι τὴν πρότασιν ὥστε τὸν κοινὸν ὅρον ἀμφοτέρων
17. τῶν ὑπολοίπων κατηγορῆσαι, καθάπερ ἐν τοῖς
18. τοιούτοις ἔχει συλλογισμοῖς ‘πᾶν 〈καλὸν αἱρετόν ἐστιν·
19. οὐ πᾶσα ἡδονὴ αἱρετόν ἐστιν· οὐ πᾶσα ἄρα ἡδονὴ καλόν
20. ἐστιν’· ἢ καὶ οὕτως ὥστ’ ἀμφοτέρους ἐκείνου
21. κατηγορῆσαι, καθάπερ ἐν τοῖς τοιούτοις ‘πᾶν〉 καλὸν
22. αἱρετόν ἐστι· πᾶν καλὸν ἐπαινετόν ἐστι· 〈τὶ ἄρα
23. ἐπαινετὸν αἱρετόν ἐστι.’〉 καὶ τοίνυν ἐκάλεσαν οἱ παλαιοὶ
1. φιλόσοφοι πρῶτον μὲν σχῆμα τῶν κατηγορικῶν
2. συλλογισμῶν ἐν ᾧπερ ἂν ὁ κοινὸς ὅρος ὑποκείμενος
3. ᾖ θατέρῳ τῶν ἄκρων, κατηγορούμενος δὲ θατέρου,
4. δεύτερον δὲ ἐν ᾧ κατηγορεῖται τῶν ἄκρων ἀμφοτέρων,
5. τρίτον δ’ ἐν ᾧπερ ἂν ὑποκέηται. κατηγορεῖται μὲν
6. οὖν τὸ αἱρετὸν τοῦ καλοῦ κατὰ τὴν τοιαύτην πρότασιν
7. ‘τὸ καλὸν αἱρετόν ἐστιν’, ὑπόκειται δὲ αὐτῷ τὸ καλόν,
8. ἐφ’ οὗ κατηγορεῖσθαι πέφυκεν· οὐ ταὐτὸν δὲ σημαίνει
9. παρ’ αὐτοῖς τῷ κατηγορεῖσθαι τὸ καταφάσκεσθαι· καὶ
10. γὰρ ὁ ἀποφασκόμενος [οὐ] κατηγορεῖται. λεγόντων οὖν
11. ἐν τῷ ‘τὸ καλὸν οὐκ ἔστι φευκτόν’ ὑποκεῖσθαι μὲν τὸ
12. καλόν, κατηγορεῖσθαι δὲ ἀποφατικῶς αὐτοῦ τὸ φευκτόν,
13. 〈ἐν δὲ τῷ ‘τὸ καλὸν φευκτόν〉 ἐστι’ κατηγορεῖσθαι
14. αὐτοῦ καταφατικῶς τὸ φευκτόν, καὶ τοῦ 〈ἔθους〉 νενικηκότος
15. κατηγορικὰς μὲν ἀμφοτέρας ὀνομάζουσι τὰς
16. εἰρημένας προτάσεις καὶ δι’ αὐτὰς καὶ τοὺς συλλογισμοὺς
17. κατηγορικούς, οὐ μὴν καταφατικὰς ἀμφοτέρας,
18. ἀλλ’ ὡς ἀντιδιῄρηται.
⟨
(Inst. log.) [n° 402 Fichtner]
Institutio logica
Εἰσαγωγὴ διαλεκτική
Institution logique
Introduction to Logic (Inst. log.)
Kalbfleisch, 1896.
Mau, 1960 (deu); Kieffer, 1964 (eng); Garofalo, Vegetti, 1978 (ita); Ramírez Trejo, 1982 (spa); Pellegrin, Dalimier, Levet, 1998 (fra).
Institutio logica, 7, ed. Kalbfleisch, 1896, p. 16-19. urn:cts:greekLit:tlg0057.tlg081.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩