Galenus. De captionibus penes dictionem (De capt. penes dict.) [n° 087 Fichtner] [GalLat]

Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Sophismes verbaux
Linguistic Sophisms (Soph.)
, 1903; Ebbesen, 1981.
De sophismatis seu captionibus penes dictionem, 1827, vol. 14, p. 582-598. urn:cts:greekLit:tlg0057.tlg082.verbatim-lat1
Edlow, 1977 (eng); Ebbesen, 1981 (eng); Dalimier, Pellegrin, Levet, 1998 (fra); Martínez Manzano, 2002 (spa); , 2002 (ita).

De sophismatis seu captionibus penes dictionem, 1, ed. Kühn, 1827, vol. 14, p. 582-585. urn:cts:greekLit:tlg0057.tlg082.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΗΝ

ΛΕΞΙΝ ΣΟΦΙΣΜΑΤΩΝ.

1. [Παρὰ τρόπους ἓξ τὸν ἀριθμὸν
2. γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, τῇ τοῦ Ἀριστοτέλους
3. ἀξιοπιστίᾳ.] Ἀριστοτέλης ὁ φιλόσοφος διδάσκων ἡμᾶς
4. ἐν τῷ περὶ σοφιστικῶν ἐλέγχων συγγράμματι παρ᾿ ὅσους
5. τρόπους γίνεται τὰ παρὰ τὴν λέξιν σοφίσματα, τρόπους
6. μὲν ἓξ τὸν ἀριθμὸν εἶναί φησι, ἐκτίθεται δὲ. αὐτοὺς οὕτως.
7. παρ᾿ ὁμωνυμίαν, ἀμφιβολίαν, προσῳδίαν, σύνθεσιν, διαίρεσιν,
1. σχῆμα λέξεως. καλεῖ δὲ παρ᾿ ὁμωνυμίαν μὲν ὅταν διὰ τῶν
2. ὀνομάτων ἐν τῷ λόγῳ πλείω σημαίνηται, καθάπερ ἐν τῷ
3. κύνα τεθήρακα· πλείω γὰρ οὗτος ὁ λόγος σημαίνει διὰ τοὔνομα
4. τὸν κύνα. παρ᾿ ἀμφιβολίαν δὲ, ὅταν παρ᾿ αὐτὸν τὸν
5. λόγον ἐν αὐτῷ τὸ διττὸν ᾖ. καθάπερ ἔχει τὸ, γένοιτο καταλαβεῖν
6. τόνδ᾿ ἐμὲ, ἐνταῦθα τῶν μὲν ὀνομάτων οὐδὲν διττὸν,
7. αὐτὸς δὲ ὁ λόγος ἐφ᾿ ἑαυτοῦ σημαίνει τὸ, ἑλεῖν τε καὶ
8. ἀναιρεθῆναι. παρὰ δὲ τὴν προσῳδίαν, ὅταν διττὸν γίγνηται.
9. καθάπερ ἐν τῷ Ορος ἕστηκε. τὸ γὰρ διπλοῦν, παρὰ τὴν
10. διττὴν προσῳδίαν τιθεμένην κατ᾿ ἀρχὰς, ἢ περιαιρουμένην·
11. παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὐτὴ ποιῇ τοῦ
12. σημαινομένου τὴν διαφορὰν, ὥσπερ

13. Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.

14. ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν, τοῦ ἢ συντιθεμένου, ἢ διαιρουμένου
15. ἀπὸ τῶν ν΄ ἐστί. παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως,
16. ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος
17. καὶ τὸ σχῆμα. δοκεῖ δὲ οἶον τὸ ἀκούω. ἔστι μὲν τοῦ πάσχειν
1. δόξῃς ἂν τοῦ ποιεῖν, διὰ τὴν προφορὰν, ὅπερ ἐστὶ τὸ
2. σχῆμα παραπλήσιον κρατεῖσθαι τοῖς τοῦ ποιεῖν, τοῦ τρέχω
3. καὶ νοῶ. ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον. πρὸς
4. μὲν τὸ πάσχειν ὅτι ἐστί. πρὸς δὲ τὸ ποιεῖν ὅτι φαίνεται.
5. τούτους δ᾿ ἐξηριθμημένους τοὺς τρόπους ἐφεξῆς δείκνυσιν,
6. ὅτι μηδείς ἐστιν ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν
7. παρὰ μὲν τὴν λέξιν τι σοφισμάτων, ἔξω πεσεῖν τῶν εἰρημένων.
8. ὁ δὲ λόγος δι᾿ οὗ ταῦτα δείκνυσίν ἐστιν οὗτος. τούτου
9. δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμὸς, ἄν
10. τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς
11. ὀνόμασι καὶ λόγοις, μὴ ταὐτὸν μέντοι δηλώσαιμεν. τὸ μὲν
12. οὖν τῆς ἐπαγωγῆς γνώριμον. εἰ γὰρ καθ᾿ ἕκαστον εἰπόντι
13. καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν
14. πίπτειν ἔξω τῶν εἰρημένων τρόπων, δῆλον ἤδη ταύτῃ
15. γε, ὅτι μηδεὶς παραλέλειπται τρόπος· τὸ δ᾿ ἐφεξῆς παντάπασιν
16. ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ καὶ
17. συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς
18. ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν,
1. οὐδέ γε ὅπως ἂν ἕτερόν τινα λάβοιμεν συλλογισμὸν εἴρηται·
2. τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις
3. οὐ ταὐτὰ δηλώσαιμεν, συλλογισμοῦ συμπεράσματι μᾶλλον
4. ἔοικεν ἢ συλλογισμῷ. σύνηθες δὲ τὸ τοιοῦτο τάχος τῷ φιλοσόφῳ
5. καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ καὶ
6. διὰ τὸ, πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι. τῶν οὖν ἐξηγησαμένων
7. αὐτὸν οἱ μὲν οὐδ᾿ ἐπεχείρησαν ταῦτ᾿ ἀκριβῶσαι
8. τὸν προσήκοντα τρόπον· οἱ δ᾿ οὐκ ἔτυχον. ἡμεῖς δὲ πειραθῶμεν
9. οὐκ Ἀριστοτέλους ἕνεκεν, οὐδ᾿ ὡς τῷ λόγῳ βοήθειάν
10. τινα πορίζοντες, ἀλλ᾿ ἡμῶν αὐτῶν. φιλοσόφου γὰρ οὐ
11. μόνον τὰς προτάσεις λαβόντα συλλογίσασθαι, καθάπερ τοῖς
12. πλείστοις εἴωθεν, ἀλλὰ καὶ τοῦ συμπεράσματος κειμένου
13. τὰς προτάσεις κατασκευάσαι.

Cliquer un n° de page pour en afficher l’image