14. [Παρὰ τὸ διττὸν πάντα τὰ παρὰ τὴν λέξιν
15. σοφίσματα γίνεσθαι.] Ἐπεὶ δὲ δεῖξαι πρόκειται τοσαυταχῶς
16. γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης
17. ἔφη, τὰ παρὰ τὸ διττὸν, δῆλον ὡς δύο δεικτέον
1. ἡμῖν, ἓν μὲν ὅτι πάντα τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν
2. ἐστιν, ἕτερον δ᾿ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα. δῆλον δ᾿ ἐκεῖνό γε
3. πᾶσιν, ὅτι πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν
4. αὐτῆς ἀνάγκη συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς
5. ἐχόμενοι ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς ἀπειροτέρους ἐν
6. τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον. εἰ δὴ ὅσα βουλοίμεθα
7. καλῶς λαβεῖν πόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα,
8. ληπτέον πόσαι πότ᾿ εἰσὶν αἱ κακίαι ἐν αὐτῇ· ὃ ἂν
9. συνοφθείης τῆς ἀρετῆς ληφθείσης, εἴπερ ἐστὶ μία εἴ τε
10. πλείους ἁπασῶν· ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι
11. καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κᾀκείνην γνωρίζεσθαι.
12. ἐπεὶ δὲ, καθάπερ ἐν ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε
13. καὶ ἡ ἀρετὴ, ἐν ἐκείνῳ πρὸς ὃ πέφυκεν, ἢ γέγονεν, ἀνθρώπου
14. μὲν τὸ ζῇν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν εἴη
15. τὸ πρός τι πέφυκεν ἢ γέγονεν ἡ λέξις. φαίνεται δὲ πρὸς
16. ἓν τὸ σημαίνειν· δῆλον οὖν ὅτι καὶ εὖ καὶ κακῶς ἐν τούτῳ·
17. δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη καθ᾿ αὑτὴν τῆς
18. λέξεως, αἱ δ᾿ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ
1. τοῦ πράγματος, οἶον εὐαρμοστία καὶ εὐγραμματία. τοῦτο
2. γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλ᾿ οὐ κατὰ τὸ πρᾶγμα·
3. ἀλλ᾿ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη, ἢ ὀφθαλμὸς ὑπογεγραμμένος·
4. καὶ γὰρ τούτοις ταῦτα ἔξωθεν, τὰ δὲ καθ᾿
5. αὑτὰ, ἐν τῷ τέμνειν τε καὶ ὁρᾷν καὶ τὴν ἀρετὴν ἑκάστου
6. τυγχάνειν, εἶθ᾿ ὡς λέγεται καθ᾿ ἣν ἕδραν ἔχειν, πρὸς ὅ
7. πέφυκεν, ἢ γέγονεν· δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν
8. ἐντεῦθεν ἄν τις γνοίη ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλὰ,
9. πλείους, εἰ δὲ πρὸς ἓν, μία. φαίνεταί γε μὴν ἡ λέξις πρὸς
10. ἓν τὸ σημαίνειν· εἴπερ τὸ καλῶς πρὸς τοῦτο μὴ σημαίνειν
11. ἢ μὴ εὖ σημαίνειν κακία ἔσται· καίτοι ἴσως δεῖται σκέψεως,
12. εἰ θετέον εἶναι λέξιν ἔτι, τὴν μὴ σημαίνουσαν. οὐδὲ γὰρ
13. αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς
14. αὐλητής· οὐδὲ λέξεως ἄρα κακία τὸ μὴ σημαίνειν· τοῦτο
15. δὲ εὐθὺς καὶ σημεῖον τοῦ μόνην τὴν ὑφ᾿ ἡμῶν δὲ λεγομένην
16. ἀρετὴν εἶναι τῆς λέξεως καθ᾿ αὑτήν· ἐν ᾧ γὰρ ἑκάστου
17. τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή· ἡ δὲ λέξις ἐν τῷ
1. σημαίνειν· τούτου γέ τοι διαφθαρέντος, οὐδὲ λέξις, οὐκοῦν
2. ἐν τούτῳ καὶ ἡ ἀρετὴ, διὸ καὶ μόνη συναποβάλλεται· αἱ δ᾿
3. ἄλλαι, διὰ τὸ μὴ κατ᾿ αὐτὸ τὸ πρᾶγμα εἶναι, οὐδὲν κωλύονται
4. καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἶον ἡ εὐαρμοστία
5. καὶ ἡ εὐγραμματία. κρείττω γοῦν διὰ ταῦτα καὶ
6. τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμὲν, οἶον τὴν
7. Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ
8. δ᾿ αἴτιον, ὅτι φωνὴ μᾶλλόν ἐστιν ἢ λέξις. ἀλλ᾿ εἴ τῳ καὶ
9. δοκεῖ τοῦτο κακία τὸ μὴ σημαίνειν καὶ πλανᾶταί τις διὰ
10. τὴν ὁμοιότητα τοῦ καλεῖσθαι. ἀλλ᾿ ἐκεῖνο δὲ δῆλον, ὡς οὐδ᾿
11. ἂν διὰ ταύτην κακίαν σόφισμα συμβαίνοι. τίς γὰρ ἂν
12. ὁμολογήσειεν, ἢ συνθείη τίς πρὸς ἄσημον καὶ ἀσαφῆ λέξιν.
13. λείπεται δὴ διὰ τὸ μὴ εὖ σημαίνειν· τοῦτο δὲ, ὅτι διττόν.
14. ἐν τούτῳ γὰρ ὑπάρχει μόνῃ τῇ λέξει, σημαίνειν μέν τι, μὴ
15. εὖ δὲ σημαίνειν. τὸ γὰρ κύων ὄνομα σημαίνει μέν τι, οὔπω
16. δὲ τόδε τι, οὐδὲ ἀφωρισμένον ὅπερ ἦν τὸ εὔληπτον·
1. κᾀκεῖνο δὲ λέγεται καλῶς ὑπὸ Πλάτωνος, ὅτι πάντα ὅσα
2. φθαρτὰ τῇ σφετέρᾳ κακίᾳ, φθείρει δὲ καὶ τούτων τὴν
3. λέξιν. ἄγει γὰρ πρότερόν τινα εἰς ἀσάφειαν, ἀλλ᾿ οὐχὶ
4. ἁπλῶς ὥσπερ τὰ μηδὲν σημαίνοντα· ἡ δ᾿ ἀσάφεια καὶ πρόσθεν
5. ἐλέγετο διαφθορά τις εἶναι παντελὴς τῆς λέξεως·
6. ὥσπερ πᾶν καὶ διὰ τοῦτο, μόνη κακία τὸ διττὸν, χωρὶς εἰ
7. μή τις οἴεται κᾀκεῖνα κακίας, οἶον ἔνδειαν, ἢ μακρολογίαν,
8. ἢ πριττολογίαν· λανθάνειν τοῦτον νομίζω, ἀπατώμενον καὶ
9. μὴ συνιέντα τούτων οὐδὲν ἁπλῶς κακὸν τῆς λέξεως, εἰ μὴ
10. τὴν ἀσάφειαν, ἢ τὸ διττὸν ἐργάζοιτο· εἰ δὲ μόνη κακία
11. λέξεως αὕτη καὶ καλῶς τὰ πρόσθεν εἴρηται. πάντα δὲ τὰ
12. παρὰ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν ταύτην γίγνεται·
13. πάντα τὰ παρὰ τὴν λέξιν ἔσται παρὰ τὸ διττόν.
⟨
(De capt. penes dict.) [n° 087 Fichtner] [GalLat]
De captionibus penes dictionem
Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Sophismes verbaux
Linguistic Sophisms (Soph.)
, 1903; Ebbesen, 1981.
De sophismatis seu captionibus penes dictionem, 1827, vol. 14, p. 582-598. urn:cts:greekLit:tlg0057.tlg082.verbatim-lat1
Edlow, 1977 (eng); Ebbesen, 1981 (eng); Dalimier, Pellegrin, Levet, 1998 (fra); Martínez Manzano, 2002 (spa); , 2002 (ita).
De sophismatis seu captionibus penes dictionem, 2, ed. Kühn, 1827, vol. 14, p. 585-589. urn:cts:greekLit:tlg0057.tlg082.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩