14. [Τὸ παρὰ τὸ διττὸν παρ᾿ ἓξ τρόπους
15. παρὰ τὴν λέξιν γενέσθαι. ὅ τι ποτέ ἐστι λόγος.] Δεικτέον
16. δὲ τὸ μετὰ τοῦτ᾿ ἂν εἴη, διὰ τί τὸ παρὰ τὸ διττὸν τοσαυταχῶς,
17. ὁσαχῶς Ἀριστοτέλης φησὶ, συνίσταται· εἰ δὲ καὶ
1. τοῦτο μέλλει καλῶς εὑρεθήσεσθαι, ληπτέον πρότερον, ὃ τί
2. ποτέ ἐστι λόγος τε καὶ ἐκ λόγων· λόγοι γὰρ καὶ αἱ προτάσεις·
3. τούτων τινὶ ἤ τισι διττὸν ζητοῦμεν· ἔσται δὴ λόγος,
4. ὡς πρὸς τὸ παρὸν ἀποχρώντως εἰπεῖν, σύνθεσις ὀνομάτων·
5. καλῶ δὲ ὀνόματα κᾂν καὶ τὰ ῥήματα καὶ ὅλως τι σημαίνει
6. διὰ τὸ γνωριμώτερα· ἀνάγκη τὸ διττὸν, ἢ ἔν τινι τούτων
7. εἶναι τῶν ὀνομάτων, ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν
8. ἔχομεν ὅπως συσταίη· ὁπόταν ὥσπερ οὐδ᾿ ἄν τις ἔχοι παρ᾿
9. ἕκαστα τῶν λίθων, ἢ τὸ συγκείμενον· καὶ τοῦτο, ἢ ἐνεργείᾳ,
10. ἢ δυνάμει, ἢ φαντασίᾳ. παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερόν
11. τις εὕροι ὑπάρχον, ἢ λεγόμενον, καθάπερ ἐν ἄλλοις ἀποδέδεικται·
12. πάντα δὲ ταῦτα συλλαβόντες ἔχουσιν οἱ εἰρημένοι
13. τρόποι· ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι παρά τε τὴν
14. ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ ἐν ὀνόματι μὲν ὁ παρὰ
15. τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν· ἐνεργείᾳ
16. δὲ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· δυνάμει δ᾿ ὁπότε τῇ
17. προσῳδίᾳ γίγνονται διττοὶ καὶ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν·
1. οὗτοι γὰρ οὐ σημαίνουσι πλείω, ἀλλὰ πάντως ἕν.
2. διά τε τὸ ἑκάτερον ἐνδέχεσθαι διττοὶ λέγονται· διὸ καὶ
3. δυνάμει φαμὲν αὐτοὺς, τοιοῦτο γὰρ τὸ δυνάμει οἶον τοῦτο
4. αὗ πάλιν, ὥσπερ καὶ πρόσθεν διῄρητο, ἢ ἐν ὀνόμασιν, ἢ
5. ἐν λόγῳ· ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν·
6. αὕτη γὰρ ἐφ᾿ ἑκάτερον ἕλκει τοὔνομα, ὥσπερ ἐν τῷ Ορος
7. ἕστηκεν, ἡ δασεῖα κατ᾿ ἀρχὰς τεθεῖσα, ἢ μή· ἐν δὲ λόγῳ,
8. διότι σύνθεσις καὶ διαίρεσις διττὸν ποιεῖ, δύναται δὲ κἀν
9. τοῖς συνθέτοις τῶν ὀνομάτων αὕτη, διὰ τὸ προσεοικέναι
10. λόγῳ, καθάπερ ἐν τῷ Νεάπολις καὶ καλὸς κᾀγαθός· μεταβάλλοι
11. δ᾿ ἀντὶ τῶν ἁπλῶν· ἀλλ᾿ οὐκ εἰς ἕτερον ὄνομα. τοῦτο
12. γὰρ ἡ προσῳδία μόνη ποιεῖ· ἀλλ᾿ εἰς λόγον, ὥσπερ τὸ αὐλητρὶς
13. δηλονότι, καὶ τὸν λόγον συνθείη πότ᾿ ἂν εἰς ὄνομα,
14. ὥσπερ τὸ προκείμενον· δόξει δ᾿ οὐδὲν ἧττον ἄτοπον ἴσως
15. τὸ φάσκειν, διὰ τὴν προσῳδίαν τε καὶ τὴν σύνθεσιν συμβαίνειν
16. τὰ σοφίσματα· εἴπερ ταῦτα μὲν διὰ τὸ διττὸν, καθάπερ
1. ἐλέγετο πρόσθεν· εἰ |δὲ προσῳδία τε καὶ τὰ ὁμογενῆ
2. καὶ τῶν δυνάμει διττῶν ἐξαιρεῖ τὸ διττὸν, ποιεῖ γὰρ ἤδη
3. ταῦτα, θάτερον σημαίνειν καὶ λέγεται ἀληθῶς συμβαίνειν
4. οὐδὲν ἧττον τὰ σοφίσματα διὰ ταῦτα· τῷ γὰρ τὸν λόγον
5. ἐπιδέχεσθαι διὰ τούτων τὸ διττὸν, λαβόντες θάτερον κατ᾿
6. ἀρχὰς οἱ σοφισταὶ, θάτερον συνάγουσι, μεταβάλλοντες μὲν
7. διὰ τούτων τὸν λόγον, πάντως γὰρ οὐκ ἂν ἄλλως τὸ σόφισμα
8. συμβαίη, συλλογιζόμενοι δὲ ὡς ταὐτὸ λαμβάνοντες,
9. ὥσπερ ἕν τι λογικὸν ὄνομα καὶ ἴδιον ἀνθρώπου, τὸ λογικὸν
10. ἄρα ἓν ἴδιον ἀνθρώπου· καὶ εἰ ὅρος ἐνταῦθα εἱστήκει ὁ τὸ
11. χωρίον, ὅρος δ᾿ ἐνταῦθα οὐχ ἕστηκε καὶ λάθοι μὲν οὐδένα
12. τὸ κίβδηλον· αὐτὰρ οὐκ ὀκνοῦσιν οἱ σοφισταὶ πανταχῆ σμικρὸν
13. φροντίζειν τοῦ εὐλόγου· ἐπεὶ κᾀν τοῖς ἐνεργείᾳ διττοῖς
14. οὗτοί γε ταὐτὸν τοῦτο ποιοῦσι. λαβόντες γὰρ ἕτερον
15. συλλογίζονται· ἀλλ᾿ ἐκεῖ μὲν ἀφανέστερον ὅτι καὶ ὁτιοῦν
16. σημαίνῃ ἂν |ὁ λόγος, ὁμολογηθείη· ἐνταῦθα δὲ προδήλως,
1. διὸ καὶ αὐτοῦ τοῖς ὀνόμασι καὶ λόγοις Ἀριστοτέλης ἔφη· οἱ
2. μὲν γὰρ κᾀκεῖ εἰσιν οἱ τὸ εἶδος σοφισταὶ βιαζόμενοι· ἐπεὶ
3. δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται φαντασίᾳ·
4. τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο
5. ἔμπροσθεν· φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως
6. ἔχον καὶ ὁ λόγος ὁμοίως καὶ οὐ τοσοῦτον καθ᾿ ἕκαστον
7. τῶν προειρημένων· τὰ παραδείγματα λάβοι τὶς ἂν ἔκ τε
8. τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων· ἐπεὶ δ᾿ οὖν ἔχομεν πάντας
9. κατειλεγμένους τοὺς τρόπους, ἂν γένοιτό τι διττὸν, ἔχομεν
10. πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα. ταῦτα γὰρ οὖν ἐστι,
11. ἢ παρὰ τὸ διττόν· ἐχόμενον δὲ καὶ τὸ τοσαυταχῶς αὐτοῖς
12. τοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν, ὅτι ἢ ἐνεργείᾳ,
13. ἢ δυνάμει, ἢ φαντασίᾳ. δῆλον δ᾿ ὅτι καὶ συλλογισμοῦ
14. τρόπον, ὁποῖόν τις ἂν προέλοιτο, δυνατὸν ποιεῖν, ἅπαξ γε
15. τὴν διαίρεσιν ἔχοντα καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον
16. ἀπάγοντα. εἰ γὰρ τὸ δυνατὸν, ἀλλ᾿ ἔσται οὔτ᾿ ἐν ὀνόματι
1. οὔτ᾿ ἐν λόγῳ, οὔτ᾿ ἐνεργείᾳ, οὔτε δυνάμει, οὔτε φαντασίᾳ·
2. παρὰ ταῦτα δ᾿ οὐδὲν ὁ λόγος ἐδείκνυ· κατ᾿ αὐτὸ μὲν ἀφωρίσθω
3. τὸν τρόπον τοῦτον· ὅτι δ᾿ οὐ κατ᾿ αὐτὸν τὴν διαίρεσιν
4. εὑρήκαμεν, οὐ γὰρ Ἀριστοτέλει χαριζόμεθα νῦν. ἀλλὰ
5. ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον· τὸ μὲν
6. γὰρ ἢ ἐν ὀνόματι δεῖν, ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς
7. αὐτὸς εἴρηκεν ἐν οἷς φησιν ὅτι τοῖς αὐτοῖς ὀνόμασι καὶ
8. λόγοις τὸ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ γνώριμον ἐκ
9. τῆς τάξεως· γέγραπται γοῦν ἀφωρισμένα καθ᾿ ἕκαστον εἶδος
10. ἢ γένος τὰ ὁμογενῆ, καὶ πρῶτα μὲν τὰ ἐνεργείᾳ, δεύτερον
11. δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ φαντασίᾳ, καθάπερ δίκαιον, ἢ
12. διὰ τί ποτ᾿ οὐ συγκέχυται ταῦτα· ἀλλ᾿ ὡς γελοῖον ἴσως καὶ
13. τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν
14. ἐκ τοῦ πράγματος· εἰ γὰρ οὕτως ἔχει καθάπερ ἡ τέχνη
15. φησὶ δηλονότι καὶ γέγονε κατ᾿ αὐτὴν, ὥσπερ ἡ ἰατρικὴ,
16. τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ ταὐτόματα ἐργάσαιτο· ταῦτα
17. μὲν οὖν ὑπὲρ τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν.
⟨
(De capt. penes dict.) [n° 087 Fichtner] [GalLat]
De captionibus penes dictionem
Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Sophismes verbaux
Linguistic Sophisms (Soph.)
, 1903; Ebbesen, 1981.
De sophismatis seu captionibus penes dictionem, 1827, vol. 14, p. 582-598. urn:cts:greekLit:tlg0057.tlg082.verbatim-lat1
Edlow, 1977 (eng); Ebbesen, 1981 (eng); Dalimier, Pellegrin, Levet, 1998 (fra); Martínez Manzano, 2002 (spa); , 2002 (ita).
De sophismatis seu captionibus penes dictionem, 3, ed. Kühn, 1827, vol. 14, p. 589-594. urn:cts:greekLit:tlg0057.tlg082.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩