1. [Οἱ τῆς ἀμφιβολίας καὶ τῶν ἄλλων σοφισμάτων
2. τρόποι.] Εἴρηται δέ τινα καὶ τοῖς Στωϊκοῖς περὶ
3. τῶν τοῦ μέρους δικαίων ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει
4. τρόπος εἶναι εἰρημένων. εἴη γὰρ ἐπαγωγή τις αὕτη πίστις
5. καὶ δίκαιον ἄλλως, μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον
6. τίθεσθαι· τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ
7. πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον,
8. ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστὶ, τὰς
9. δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον· εἰσί
10. γε πρὸς τῶν χαριεστέρων λεγομένων τὸν ἀριθμὸν η΄. μία
11. μὲν, ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ,
12. οἵα ἐστὶν ἡ αὐλητρὶς παῖς οὖσα· κοινὴ γὰρ αὕτη
13. τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου. δευτέρα δὲ,
14. παρὰ τὴν ἐν τοῖς ἁπλῶς, οἷον ἀνδρεῖος, ἢ γὰρ χιτὼν, ἢ
15. ἄνθρωπος. τρίτη δὲ, παρὰ τὴν ἐν τοῖς συνθέτοις
16. ὁμωνυμίαν, οἷον ἄνθρωπός ἐστιν, ἀμφίβολος γὰρ ὁ λόγος,
17. εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει.
1. τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ
2. γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου, ἢ πατρός. πέμπτη
3. δὲ παρὰ τὸν πλεονασμὸν, ὥσπερ ἡ τοιαύτη, ἀπηγόρευσεν
4. αὐτῷ μὴ πλεῖν· τὸ γὰρ μή προσκείμενον ἀμφίδοξον ποιεῖ
5. τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν.
6. ἕκτην φασὶν εἶναι τὴν μηδὲν σαφοῦσαν τί μετὰ τίνος ἄσημον
7. μόριον τέτακται, ὡς ἐν τῷ, καὶ νῦν καὶ μὴ παρήλασε.
8. τὸ γὰρ στοιχεῖον ἂν μὴ γένοιτο διαζευκτικόν. ἑβδόμη δέ
9. ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν
10. μόριον, ὡς ἐν τῷ
12. ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ,
13. Δίων Θέων ἐστίν· ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων
14. ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων
15. Θένω ἐστὶν, ἢ πάλιν· οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων
16. οὗτοι κατηρίθμηνται. δῆλόν δέ γε, ὅστις μὴ παρέργως
17. τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες πίπτουσιν εἰς τοὺς
1. κατειλεγμένους ὑφ᾿ ἡμῶν τρόπους, τὸ δ᾿ ἀμέθοδόν τε καὶ
2. ἄτεχνον πρόδηλον· οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδειξίν τις
3. λάβοι τοῦ κατ᾿ οὐδένα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι
4. συστῆναι, τό τε κᾂν τοῖς πεπλεγμένοις ὁμωνυμίαν φάσκειν
5. συμβαίνειν, παντελῶς οὐδ᾿ ἀκουόντων ἐστὶν ὀνομάτων· πῶς
6. δὲ οὐκ ἔστι ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς καταριθμεῖσθαι,
7. καθάπερ ἐπὶ τῶν τὴν διαίρεσιν ποιουσῶν ἀσήμαντον
8. μόριον σημαῖνον διαιρούμεναι. λάβοι γὰρ ἂν οὕτως πλείους
9. τὰς εἰδικὰς διαφοράς· ἔτι δ᾿ ἂν τοῦτον τὸν τρόπον τὰς
10. καὶ τῆς ὁμωνυμίας τις ποιήσειε πλείους εἰδικὰς λεγομένας
11. διαφορὰς, ὅτι αὐτὸς παρὰ τὸ ἀπὸ τύχης, αἱ δὲ παρὰ τὴν
12. ἀναλογίαν, ἢ ὁμοιότητα, ἢ ἄλλον τινὰ τρόπον συνίστανται·
13. καὶ μὴν καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ἀπ᾿ αὐτῶν λεγομένης
14. πλείους οἱ τρόποι, οἱ μὲν γὰρ τῇ παραθέσει τῶν ὁμοίων
15. πτώσεων γίγνονται, ὡς ἐν τῷ, εἴη μέλλει τὸν Σωκράτην
16. νικῆσαι· οἱ δ᾿ ἄλλοι τρόποι· ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δ᾿
17. ἄξιον ἀπορίας, πῶς τὰ περὶ τὰς φαντασίας διττὰ, πολὺ δὲ
18. μᾶλλον ἔτι, πῶς τὰ τῆς προσῳδίας· οἱ γὰρ τιθέμενοι διττοὺς
1. τοὺς παρὰ τὴν θέσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν προσῳδίαν;
2. ὥσπερ γὰρ ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ
3. μὲν σιωπῇ δύναται πρὸς τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ
4. τὸ ὄνομα τῇ προσῳδίᾳ· καθάπερ ἔξωθεν ὂν ὁ κενὸς χρόνος
5. τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ, διττὸν ποιεῖν αὐτὸν
6. πέφυκεν, οὕτω δὴ καὶ ἡ προσῳδία· ἔτι δὲ καὶ οἱ σοφισταὶ
7. καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας καὶ τούτῳ· καὶ
8. μὴν αὐτὸ ἄν τις ἐφ᾿ ἑαυτοῦ σκοπούμενος, ὥσπερ ἂν παρὰ
9. τὴν σύνθεσιν ἢ διαίρεσιν ἀμφισβητοῦσιν, οὕτω δὴ καὶ παρὰ
10. τὴν προσῳδίαν· δῆλον δὲ ἐπὶ τῶν γεγραμμένων λόγων, οἷς
11. μὴ πρόσκειται τὰ διακρίνοντα σημεῖα, δεῖται γὰρ ὥσπερ
12. ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω καὶ τῆς προσῳδίας, οὐκ
13. ἀεί γε μὴν καὶ δι᾿ αὐτὴν γένοιτο διττὸς ὁ λόγος.