Galenus. De praecognitione ad Epigenem (De praecogn.) [n° 088 Fichtner] [GalLat]

Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).

De praenotione ad Posthumum, 1, ed. Kühn, 1827, vol. 14, p. 599-605. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΙΝΩΣΚΕΙΝ

ΠΡΟΣ ΕΠΙΓΕΝΗΝ

ΒΙΒΛΙΟΝ.

1. Ὅσον μὲν ἐπὶ τοῖς πολλοῖς τῶν
2. ἰατρῶν, ὦ Ἐπίγενες, ἀδύνατόν ἐστι προγινώσκειν τὰ τοῖς
3. κάμνουσιν ἐσόμενα καθ᾿ ἑκάστην νόσον. ἀφ᾿ οὗ γὰρ οἱ τὸ
4. δοκεῖν μᾶλλον ἢ εἶναι σπουδάσαντες οὐ κατὰ τὴν ἰατρικὴν
5. μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας τέχνας ἐπλεόνασαν,
6. ἠμέληται μὲν τὰ κάλλιστα τῶν τεχνῶν, ἤσκηται δ᾿ ἐξ ὧν
1. ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι καὶ πρᾶξαι
2. πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν
3. ἑκάστης ἡμέρας, τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν
4. ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν προερχομένους
5. οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς
6. δ᾿ αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ
7. δακτυλίων πολυτελείᾳ καὶ τῷ πλήθει τῶν ἀκολουθούντων καὶ
8. σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς
9. ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν
10. ἥδοντες, τὰ δ᾿ ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς
11. κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι νομίζουσιν, ἀγαθῶν πολλῶν
12. τυγχάνουσιν, ὡς δ᾿ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν
13. ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ᾿ ὄντες τοιοῦτοι,
14. τἄλλα παρανομεῖν οὐκ ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς
15. τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος μαθητῶν,
16. ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ
17. τὰς πόλεις, ἐν αἷς διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν
18. τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον. ἡ δὲ τῆς
1. ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ᾿ ἕν τι τῶν κατ᾿ αὐτὴν
2. ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων.
3. ὅταν γάρ τις ἰατρὸς τῷ νόμῳ μεμαθηκότων αὐτὴν, ἢ παραφροσύνην
4. ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν,
5. ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν
6. μέρος, ἢ ἔμετον, ἢ ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην,
7. ἢ συγκοπὴν, ἢ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον
8. τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ᾿ ἀηθείας φαίνεται καὶ τοσοῦτον
9. ἀποδεῖ τοῦ θαυμάζεσθαι παρ᾿ αὐτοῖς ὁ προειπὼν,
10. ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι δόξειεν. ὀλίγοι
11. δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου
12. τῆς τοιαύτης θεωρίας· ἐρωτῶσι δ᾿ εὐθέως καὶ αὐτὸν τὸν
13. προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ τοῖς ἔμπροσθεν
14. εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν
15. εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰατροὺς
16. ἀποκρυπτομένους σφετέραν ἀμαθείαν, ἴσως δέ τινας
17. καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν οὐδὲν
1. τοιοῦτο γεγράφθαι, γόητα δ᾿ εἶναι τὸν ἐπιδεικνύμενον τοιαύτην
2. πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ᾿ ὅτι γέγραπται
3. πολλοῖς τῶν ἔμπροσθεν καὶ μάλιστα τῷ Ἱπποκράτει,
4. τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν
5. αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ,
6. μήθ᾿ ὡς αὐτὸς εὑρηκὼς εἴη, ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλλον
7. μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν ἐρώτημά
8. τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐξάνει
9. μὲν τὴν τῆς γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ,
10. τελευταῖον δὲ φθόνον ὑπ᾿ ἑαυτὸν ἤγειρεν, ὥστ᾿ ἐπιβουλεύεσθαι
11. πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα·
12. δευτέρα δὲ ᾗ Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ᾿
13. ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς ἀναιρῶν τοὺς νοσοῦντας,
14. ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν
15. φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν
16. ἀξίως ἢ παραπλησίως Κοΐντῳ φαγαδευθέντων, λαμπρὰ τῆς
17. αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε φανερῶς,
1. εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ
2. δὲ ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πείσεσθαι
3. προσδοκῶντα, πρὸς τῷ καὶ τὴν τῆς γοητείας ὑποψίαν
4. αὐξάνειν. εἰ δ᾿ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ διαμάχεται
5. μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς
6. ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν αὐτὸς ἐκ παιδείας καὶ
7. μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν,
8. ἤτοι κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ᾿ ἐκείνοις,
9. ὅ τι ἂν αὐτῷ χρῆσθαι βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀντέχοι
10. καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος θαυμαστῇ. τὸ
11. μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν
12. πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι.
13. συμβαίνειν οὖν ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμένων
14. καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν εἰλικρινῶς,
15. οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ᾿ αὐτὴν δι᾿ ἑαυτῆς, ὅταν ἅπαξ
16. πειραθῶσι τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι
17. σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς ἀνθρώποις ὄφελος, ἐξαναχωρεῖν
18. τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ 
1. καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι
2. δὲ τοῖς πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μάλιστα
3. μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν ἀνθρώπων τοῖς ἀρίστοις
4. ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐδοκιμεῖν
5. παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τούτων
6. τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ, τῶν πλουτούντων ἐν
7. ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν
8. ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν
9. ἐγνωκότας, τοῖς δὲ ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ᾿
10. ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ τούτους πλουτίζουσι
11. καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν
12. ὀρχηστῶν καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν
13. θεῶν ἀγάλμασι συνέδρους. τοὺς δ᾿ ἀπὸ τῶν μαθημάτων
14. τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας αὐτῶν δέονται. τὸ
15. γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐτῶν
16. ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον
17. εἰς ἀναλωμάτων λογισμοὺς καὶ οἰκίας κατασκευὴν, ἀστρονομίας
18. δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων κληρονομήσουσι
1. χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς
2. ἡδονὴν ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν
3. φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας οὐδὲν αὐτοῖς μέλει, πλὴν
4. ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀργάνῳ
5. πανούργῳ, τῇ σοφιστικῇ καλουμένῃ χρῆσθαι θεωρίᾳ.
6. φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν ἐπαΐουσιν, ἀλλὰ πάντων
7. μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγχρον
8. τρυπᾷν. οὗτοι τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν
9. ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην ὀρθῶς ἀλλ᾿
10. ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ
11. ἀνθρώποις ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ
12. ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο.

Cliquer un n° de page pour en afficher l’image