Galenus. De praecognitione ad Epigenem (De praecogn.) [n° 088 Fichtner] [GalLat]

Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).

De praenotione ad Posthumum, 10, ed. Kühn, 1827, vol. 14, p. 651-657. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:10

17. [Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις
18. αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου υἱὸς ἤρξατο
19. μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν
1. ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς
2. ἐστι, διὰ τῶν περὶ κρίσεως ὑπομνημάτων γέγραπται, δι᾿ ὧν
3. καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ περιμείνασα
4. τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ
5. Ἕξστῳ δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς
6. προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ κοιτωνίτῃ ὅ τι θεσπίζοιμι
7. περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό
8. μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων
9. εἶναι προειρηκότος. ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς
10. μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν τὸ νόσημα·
11. κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον.
12. ἑκταῖον μὲν οὖν κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ
13. βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν κρίσιν ἐξ
14. ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως
15. γε ἐκρίθη, φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ
16. ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο μὲν καθ᾿ ἑκάστην
17. ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν
18. χυλοῦ πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις
1. δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν ὕδατι βρέξας ἠρκεῖτο μόνον.
2. ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ᾿
3. αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν
4. τρισκαιδεκάτην ἡμέραν τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ
5. τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ ποιήσασθαι
6. τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ
7. κατά τε τὴν ἑξῆς ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην
8. οὖσαν ἀρξάμενος πυρέττειν ἐκέλευσε μηδένα
9. μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν
10. μηδὲ πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης
11. τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἐφαιδρύνετο, Κλαύδιος
12. Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν
13. τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν,
14. εὑρών τε σφοδρῶς ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο
15. τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου πυρετοῦ
16. νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ᾿ αὐτοῦ
17. τὸ ἀληθὲς, ὡς διὰ φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα
18. πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν ἐπίσκεψιν τοῦ
19. Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων 
1. γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς
2. τοῦ νοσήματος. ἀπεκρινάμην οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ
3. προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν
4. ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς·
5. εἶτα κριθησομένου κατὰ τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς
6. ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει γενησομένην
7. λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι,
8. τοῦτο καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν
9. σφαλείην ὑπὲρ τοῦ σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ
10. μοι· τὸ δὲ τῆς ἡμέρας ἐν ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ
11. νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ
12. περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον
13. ὑπὲρ τῶν εἰς τετάρτην ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως
14. διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν Ἕξστου
15. περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην
16. ἐπίσκεψιν. ὡς δὲ θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς
17. αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ διαμενεῖς ἐπὶ τῶν
18. αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι
1. τὰ αὐτὰ, μετ᾿ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ
2. βεβαίως εἴην πεπεισμένος Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν
3. οὖν παρ᾿ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ
4. καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι
5. τὴν αὐτὴν γνώμην ἐπὶ τοῖς προειρημένοις, ἤ τι καὶ μετακινοῖμι
6. τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων κινεῖν,
7. προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο
8. τί τοῦτό ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης
9. ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ δευτέραν ὥραν
10. νυκτερινήν. ἆρ᾿ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ᾿ εἶπας; εἰρηκέναι
11. τε ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν
12. σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ. πάντως οὖν ἔφη
13. καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην,
14. οὗτος ἔφη· ἐμοὶ δ᾿ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης,
15. οὐ γὰρ περιέρχομαι κηρύττων τὰς ἐμὰς προγνώσεις τε καὶ
16. θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι,
17. γόητά τε καὶ μάντιν ἕτερά τε κατ᾿ ἐμοῦ τοιαῦτα
18. θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις ὅσοι κατεγνώκατε
1. τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας, ἐπιδείκνυμι
2. τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς
3. δὲ ἰατροὺς τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους
4. φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου βέλτιον βιοῦντες
5. ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα
6. μὲν εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν
7. τῶν ἰατρῶν σχεδὸν ἁπάντων εὐχομένων φανερῶς
8. ἀποτυχεῖν με πεμπόντων τε δι᾿ ὅλης ἡμέρας τοὺς γνωσομένους
9. τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν
10. με τῷ Σεβήρῳ καὶ Πειθολάῳ προειρηκότα δείλης
11. ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ τὴν
12. ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες
13. καὶ φανερῶς ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν
14. ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ Γαληνοῦ
15. κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως,
16. ὡς προειρήκειν κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην
17. ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ ταῦτα
18. τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι
1. διά τε τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν
2. περὶ τῶν κρίσεων πραγματείαν. τούτοις μέντοι τοῖς ἰατροῖς,
3. οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς,
4. ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ
5. μάλιστα ἐὰν ἀπύρετος γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς
6. πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν ἐπιδημιῶν
7. βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ
8. τῶν ἀῤῥώστων ἄχρι τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ
9. τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄. τύχῃ γεγενημένη.
10. αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ
11. τοῖς πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿
12. ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ μετὰ γνώσεως τῶν ἐνεστώτων
13. θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν
14. ἐκείνου γενομένη.

Cliquer un n° de page pour en afficher l’image