15. [Διάγνωσις τῆς κοιλίας παθούσης
16. ὑπὸ τῆς εἰσβολῆς τοῦ πυρετοῦ.] Θαυμαστὴ δ᾿ ὄντως ἡ
17. νῦν ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν καὶ
1. αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν
2. αὐτῷ, παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων
3. δὲ πάντων καὶ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἕωθεν καὶ
4. περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ
5. τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηριακῆς,
6. ὡς ἔθος ἦν αὐτῷ καθ᾿ ἑκάστην ἡμέραν προσφέρεσθαι,
7. καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα λουσαμένου
8. περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενομένων
9. ὅλης τῆς νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γαστρὸς
10. κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ, καὶ τῶν
11. ἀμφ᾿ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων,
12. εἶτα ῥοφήματι θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ
13. ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ κοιμηθείην,
14. ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ
15. αὐτοκράτορος στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν
16. τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν, ἁψαμένων τε δυοῖν
17. τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο,
18. σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο,
1. διὰ τί τῶν ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον
2. οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων, ἤδη δὲ ἴσως καὶ
3. κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμένης
4. τῇ πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐτοὺς
5. ἐλπίζω διαγινώσκεσθαι τὴν ἐνεστῶσαν ἄρτι διάθεσιν.
6. ὡς δ᾿ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος ἅψασθαι,
7. φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον
8. ἁπάσης ἡλικίας τε καὶ φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος
9. ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν οὐδεμίαν εἶναι
10. πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημμένης
11. τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως,
12. ἐμφαινούσης δ᾿ ἔπαινόν τινα τῆς διαγνώσεως αὐτῇ λέξει τῇδε,
13. τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν. αἰσθάνομαι
14. γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ
15. ἤρετο τί ποιεῖν χρή. ἐγὼ δ᾿ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ
16. ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ διακείμενος
17. οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως
18. ἐπιπάσας. ἐφ᾿ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοηθήμασιν
1. εἰωθότων χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ
2. μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ στόματος
3. τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν
4. ποτὲ μέμψηται τὸν στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ
5. τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας τε Πειθολάῳ
6. πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ᾿ αὐτοῦ
7. καὶ τῶν ποδῶν ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων
8. θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ πεπέρεως
9. ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς
10. ἰατρὸν ἔχων ἕνα καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε
11. περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ, τῶν μὲν ἰατρῶν
12. πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο
13. γὰρ ἤδη πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλονείκων
14. καὶ φιλοδόξων καὶ φθονερῶν καὶ κακοήθων. ὅπερ
15. οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην
16. ἡγοῦμαί μοι γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ
17. ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἀσκήσασιν,
18. ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπισημασίας,
1. καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρτηρίαν
2. συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως
3. αἰσθητὴν εἶναι τὴν συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο
4. φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ μικρὸν ἐν τοῖς
5. σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰατρῶν
6. ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς
7. τὸ βαλανεῖον ἐκπέμπειν, ἢ τραφῆναι κελεύειν ἐκώλυσα.
8. διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος
9. ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ᾿ ἐτόλμησα
10. βασιλεῖ διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην,
11. ἐναντίαν ἀπόφασιν ἦς αὐτός τε καθ᾿ ἑαυτὸν ἐδόξαζε καὶ
12. τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί
13. τι μέγιστον, τῇ δ᾿ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 11, ed. Kühn, 1827, vol. 14, p. 657-661. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩