14. [Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγμονὴν
15. τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ ἀπαλλαγέντος
16. αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκανῶς
17. πυρετός· ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν
18. τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ Πειθόλαος θαυμάζειν
1. ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν
2. ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαίνει·
3. κᾀν τούτῳ διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεάσασθαι.
4. φανέντων δὲ τόπων τραχέων καὶ λίαν ἐρυθρῶν, οὐ
5. μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ
6. ἀνατρίψας εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρμοζούσης
7. τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ φάντος ἑαυτὸν
8. εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ,
9. μεταβῆναι μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων ῥόδων
10. ἐκέλευσα καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ
11. τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα τῇ μετ᾿ αὐτὴν
12. νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς
13. φλεγμονῆς ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ
14. παῖς. ἔπεισα δ᾿ οὖν τὸν Πειθόλαον εἰς βαλανεῖον ἐγγὺς ὂν
15. τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ᾿ οὖ πολὺ τῷ κατὰ τὴν πύελον
16. ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλλων
17. μορίων, μόνης δὲ τῆς κεφαλῆς καταντλουμένης δαψιλῶς.
18. τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη
1. συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι
2. δευτεραῖον αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι
3. περὶ τοῦ γενομένου πυρετοῦ· καὶ τούτοις ἔτι προσετίθει
4. δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην,
5. καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος,
6. πῶς δὲ οὐ μέλλομεν ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν
7. διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος ἕωθεν
8. ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ
9. λούειν αὖθις ἑσπέρας ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν
10. ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι χρόνου
11. αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ
12. συνεξήγαγεν, ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν
13. παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι μὴ λόγοις,
14. ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη
15. πολλοὺς τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου
16. πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν πρώτην, ἐνίους τῇ τρίτῃ
17. τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες
18. ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες,
1. ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάττεσθαι.
2. καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης βέβαιον ἐπιδείκνυται,
3. βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς
4. πρώταις δύο πυρέξαντος σφοδρῶς, ὡς καὶ ὑμεῖς χθὲς
5. ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς
6. ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην ὥραν ἀναμείνας, ἀλλ᾿ ἤδη λούσας
7. τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος ἀκριβέστατος
8. ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν
9. αὐτοῦ, διὰ τὸ προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπείσθη
10. καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ μὲν τοιαῦτα
11. ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελλούσης
12. αὐτῆς ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποίησάς
13. με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν ἰατρῶν μισεῖσθαι.
14. χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ
15. ὅτι διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγματείας,
16. μίαν μὲν τὴν περὶ τὰς διαφορὰς τῶν πυρετῶν,
17. ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν
18. περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ᾿ Ἱπποκράτους γεγράφθαι
19. τὴν θεωρίαν, ἐφ᾿ ἧς ἄν τις προγινώσκοι τὰ γενησόμενα περὶ
1. τοὺς ἀῤῥώστους. οἱ δ᾿ οὕτως εἰσὶν ἀφυεῖς, ὥστε μηδὲ μετὰ
2. τῆς ἐμῆς ἐξηγήσεως δύνασθαι αὐτὰ μαθεῖν. αὐτὸς γὰρ σὺ,
3. Ἐπίγενες φίλτατε, τὰ γεγραμμένα μοι περὶ τούτων ἁπάντων
4. ὧν ἐθεάσω με προλέγοντα γινώσκεις ἐπιδεδειγμένα πρὸς
5. Ἱπποκράτους εἰρῆσθαι, μόνην αὐτοῖς προσθέντος τὴν περὶ
6. τοὺς σφυγμοὺς θεωρίαν, ἥνπερ καὶ μόνην οὐκ ἐξειργάσατο,
7. καθάπερ οἱ μετ᾿ αὐτὸν ἄλλος ἄλλο τι προσθεὶς αὐτῇ μέχρι
8. τοῦ καθ᾿ ἡμᾶς χρόνου ἐπεκόσμησαν. καὶ γὰρ ἡ γνῶσις τῶν
9. τοῦ σώματος διαθέσεων ἐκ θεωρίας γίνεται, ὥσπερ ἐκ
10. τούτων ἀκριβοῦς γνώσεως, ἡ τῶν μελλόντων ἔσεσθαι
11. πρόγνωσις.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 12, ed. Kühn, 1827, vol. 14, p. 661-665. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩