12. [Πρόγνωσις τῆς ἐσομένης κρίσεως διὰ τῆς
13. κατὰ τοὺς μυκτῆρας αἱμοῤῥαγίας.] Καὶ τό γε σοῦ παρόντος
14. γενόμενον, ἡνίκα περὶ φλεβοτομίας ἐσκέπτοντο τῶν
15. ἐν Ῥώμῃ πρωτευόντων ἔνιοι, διὰ τῶν ὑπομνημάτων ὧν
16. ἐποίησα δείκνυται, δεδειγμένων ὑφ᾿ Ἱπποκράτους τελεώτατα.
17. πέμπτην γὰρ ἡμέραν ἦγε τοῦ νοσήματος ὁ νεανίσκος, ἐφαίνετο
18. δὲ παραλελεῖφθαι τὸ τῆς φλεβοτομίας βοήθημα, δεομένου
1. τοῦ πάθους ἐν ἀρχῇ γεγονέναι περὶ δευτέραν, ἢ τρίτην,
2. ἤ πάντως γε τὴν τετάρτην ἡμέραν αὐτήν. εἶτ᾿ ἐπειδὴ
3. μήθ᾿ ἡ ὥρα τοῦ ἔτους, μήθ᾿ ἡλικία τοῦ κάμνοντος, ὥσπερ
4. γε μήθ᾿ ἡ κατὰ τὴν ζωτικὴν δύναμιν ἀσθένεια μήθ᾿ ἡ
5. προγεγενημένη δίαιτα τοῦ νοσήματος ἀντεδείκνυτο, πάντα
6. δ᾿ ἀλλήλοις ὡμολόγει τὴν φλεβοτομίαν ἐνδεικνύμενα, συνεβούλευσαν
7. οἱ ἰατροὶ τέμνειν τὴν φλέβα, προσηκόντως φρονοῦντες.
8. ἐγὼ δὲ περινοήσας ἀκριβῶς ἅπαντα τὰ φαινόμενα,
9. τὰ πρὸς Ἱπποκράτους εἰρημένα τῶν αἱμοῤῥαγήσειν μελλόντων
10. σημεῖα, καλῶς μὲν ἔφην αὐτοὺς ὁρίζειν τὴν ἀφαίρεσιν
11. τοῦ αἵματος, ἔρχεσθαι δὲ ἐπὶ τοῦτο καὶ τὴν φύσιν. ἐπειγομένην
12. ἀποκρῖναι τὸ βαρῦνον αὐτήν· καὶ τοῦτο αὐτίκα
13. μάλα γενήσεσθαι, κᾂν ἡμεῖς μὴ ποιῶμεν. οἱ μὲν
14. οὖν ἰατροὶ ταῦτ᾿ ἀκούσαντες ἐθαύμαζον δῆθεν. ἐξαναστάντος
15. δ᾿ ἐπὶ τῆς κλίνης τοῦ νοσοῦντος, ὡς ἀναπηδῆσαι θέλοντος,
16. ἐρωτηθέντος δὲ, τίνος ἕνεκεν ἀνεπήδησε μηδενὸς
17. φοβεροῦ παρόντος, φάντος δὲ τὸν ἐρυθρὸν ὄφιν ἐξέρποντα
1. τῆς ὀροφῆς θεασάμενον αὐτὸν δεῖσθαι, μή πως ἀποσφαλεὶς
2. ἐπ᾿ αὐτὸν κατενεχθείη, καὶ διὰ τοῦτο φυγεῖν τὸν τόπον, ἐν
3. ᾧ κατέκειτο. τοῖς μέντοι οὐδέν τι συντελεῖν ἐδόκει τοῦτο
4. πρὸς τὴν μέλλουσαν αἱμοῤῥαγίαν. ἐμοὶ δὲ τά τ᾿ ἄλλα διασκεψαμένῳ
5. πάντα καὶ τὸ κατὰ τὸ δεξιὸν μέρος τῆς ῥινὸς
6. ἄχρι τοῦ μήλου θεασαμένῳ τὴν τέως ἀμυδρὰν ἐρυθρότητα
7. πολὺ δή τι νῦν ἐμφανέστερον γενομένην, ἐπίδοξον ὅσον
8. οὔπω κατὰ τὸν δεξιὸν μυκτῆρα τὸ τῆς αἱμοῤῥαγίας ἔσεσθαι
9. σαφῶς ἐφαίνετο. καί τινι τῶν παρόντων οἰκετῶν
10. τοῦ κάμνοντος ἠρέμα διαλεχθεὶς, ἀγγεῖον ἔχειν ἕτοιμον ὑπὸ
11. τὴν ἐφεστρίδα τῶν ἐπιτηδείων δέξασθαι τὸ αἷμα, κᾄπειτα
12. φθεγξάμενος εἰς ἐπήκοον πάντων ἰατρῶν, ἐὰν βραχύτατον
13. προσμείνωσι, θεάσεσθαι τὸν ἄνθρωπον ἐκ δεξιοῦ μυκτῆρος
14. αἱμοῤῥαγοῦντα. τῶν δὲ γελασάντων ἐν τῷ προειρῆσθαι προσκεῖσθαι
15. κατὰ τὸν λόγον τὸν δεξιὸν μυκτῆρα, καὶ μὴν,
16. ἔφην, ἢ ἀμφότερα δεῖ γενέσθαι, ἢ περὶ θάτερά με σφαλῆναι.
17. ὑπὸ γὰρ τῆς θεωρίας ἀμφότερα τὴν πρόγνωσιν ἔχει,
18. τό θ᾿ αἱμοῤῥαγῆσαι τὸν νοσοῦντα, τό τ᾿ ἐκ δεξιοῦ μυκτῆρος,
1. ἐφ᾿ ᾦ τεκμήρασθαι προσέχειν ἠξίωσα. θεασάμενος οὖν
2. τὸν νοσοῦντα δάκτυλον ὡς κνίζοντι τῷ μυκτῆρι ἐνερείδοντα,
3. προσέχειν ἠξίωσα τῷ γινομένῳ τὸν κρύπτοντα τὸ ἀγγεῖον,
4. ὅπως, ἐπειδὰν ἴδῃ τὸ αἷμα τοῦ μυκτῆρος ἐκχεόμενον, προσδραμὼν
5. ὑποθῇ τὸ σκεῦος. ἅμα τε οὖν ἔλεγον ταῦτα καὶ τὸν
6. δάκτυλον ᾑμαγμένον ἐξείλκυσεν, ὅ τε οἰκέτης προσδραμὼν
7. ὑπέθηκεν αὐτῷ τὸ ἀγγεῖον, ἐφ᾿ ᾦ μεγίστης κραυγῆς, ὡς
8. οἶσθα, γενομένης οἱ μὲν ἰατροὶ πάντες ἔφυγον, ἐγὼ δ᾿ ἐρομένῳ
9. σοι τὴν θεωρίαν τῆς προγνώσεως ἐδήλωσα πᾶσαν ἐκ
10. τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων δεδιδαγμένος· ἔτι δὲ καὶ
11. τοῦτο προσέθηκα, σφοδρὰν ἔσεσθαι προσδοκᾷν τὴν αἱμοῤῥαγίαν.
12. ἥ τε γὰρ ὁρμὴ τῆς φύσεως ἐστὶν ἰσχυρὰ καὶ ἡ νόσος
13. ἄπεπτος· εἰώθασι δὲ τοῖς τοιούτοις αἰτίοις ἄμετροι
14. κενώσεις γίγνεσθαι. διὸ καὶ παραμεῖναι ὀλίγον χρόνον τῷ
15. κάμνοντι κάλλιον εἶναι νομίσας ἔπεμψα τὸν ἀκόλουθόν μου
16. παῖδα κομίσαντα σικυίαν μεγάλην ἀφανῶς τοῖς πολλοῖς· ἐν
17. τάχει τε αἵματος πολλοῦ κατὰ τὸ ἀγγεῖον ἀθροισθέντος
18. ἕτερον αἰτήσας δεξάμενος τὸ αἷμα καὶ τὸν σταθμὸν a
1. ἰδὼν τοῦ κενουμένου λιτρῶν ὄντα δ΄. καὶ ἡμισείας ἀνάῤῥοπον
2. τε τὸν κάμνοντα σχηματίσας καὶ ψυχρὸν ὀξύκρατον ἀναῤῥοφεῖν
3. τῷ μυκτῆρι κελεύσας, ἐπιθείς τε τῷ μετώπῳ σπόγγον
4. ἐκ ψυχροῦ βεβρεγμένον μελικράτου καὶ τὰ κῶλα διαδήσας,
5. ὡς οὐδὲν ὅλως ἤνυσε ταῦτα, τὴν σικυίαν κατὰ τὸ δεξιὸν
6. ὑποχόνδριον ὑποβαλὼν εὐθέως ἔστησα τὴν αἱμοῤῥαγίαν·
7. ὅπερ ὅτι καὶ αὐτὸ τῆς Ἱπποκράτους ἐστὶ τέχνης, ἐδήλωσά
8. σοι· καί μοι διὰ τοῦτο καὶ ταῦτα καὶ τἄλλα πάνθ᾿ ὅσα διὰ
9. τῶν ἔργων ἐπεδειξάμην ἐγράφη. καὶ γὰρ ῥῖγος ἐσόμενον
10. ὅπως χρὴ προγινώσκειν ἔγραψα, καὶ διάῤῥοιαν γαστρὸς,
11. ἔμετόν τε καὶ πλῆθος οὔρων ἀμέτρων ἢ ἐπίσχεσιν, ἱδρῶτάς
12. τε καὶ παρωτίδας ἐσομένας, ἀποσκήμματά τε παραφροσύνην
13. τε καὶ παραφορὰν, ἅπαντά τ᾿ ἄλλα συμπτώματα. τινὰ
14. δὲ, ὡς ἔφην καὶ πρόσθεν, ὁ προμαθεὶς ταῦτα προσεπιλογίζεται
15. πρὸς ἑαυτοῦ, καθάπερ ἐπὶ τοῦ Βοηθοῦ παιδὸς προσεπελογισάμην
16. ἐγὼ, ἐπί τε τῆς ἐρώσης καὶ τοῦ διὰ φόβου
17. ἀθυμοῦντος.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 13, ed. Kühn, 1827, vol. 14, p. 665-669. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩