18. [Διάγνωσις τοῦ διαλιπόντος μὲν, ἀλλά γε
19. κατὰ φύσιν σφυγμοῦ.] Ἔναγχος, ὡς οἶσθα, καὶ τοιόνδε τι
1. προειπόντος μου, τοὺς πολλοὺς ἐξέπλησσεν ἡ πρόγνωσις.
2. οἰκονόμος γάρ τις, ἅπαντα διοικῶν ὀρθῶς τὰ τοῦ δεσπότου
3. καὶ διὰ τοῦτο τιμώμενος, ἑτέρων αὐτὸν ἰατρῶν ἰωμένων,
4. ἐκρίθη μὲν ἑβδομαῖος ἱδρῶτι, τῇ δ᾿ ὑστεραίᾳ διαλείποντα
5. τὸν σφυγμὸν εὑρόντες αὐτοῦ κακοήθη διάθεσιν ἐν τῷ σώματι
6. φωλεύειν ἔδοξαν, σφαλέντες μεγάλως. εἶτα τῆς οἰκίας
7. ἐξελθόντος ἅμα τῷ δεσπότῃ τοῦ νεανίσκου, κατὰ τύχην
8. ἀπήντησάν μοι, διηγησάμενοι τὰ προγεγονότα καὶ τὰ παρόντα
9. συμπτώματα, τί ποτε σημαίνει τὸ κατὰ τὸν
10. σφυγμὸν ἀλόγως γεγονὸς, ἐδέοντο μαθεῖν. κᾀγὼ πυθόμενος
11. πλησίον εἶναι τὴν οἰκίαν, ἐν ᾗ κατέκειτο, συνῆλθον αὐτοῖς
12. ἁψάμενος τὸν σφυγμὸν τοῦ νεανίσκου. κατὰ γὰρ αὐτὴν τὴν
13. αἰσθητικὴν διάθεσιν, εἶπόν σοι, πολλάκις οὐκ ὀλίγα σφάλλονται
14. καὶ τῶν ἀξιολόγων ἰατρῶν ἔνιοι, μέγαν ἡγούμενοι
15. τὸν οὐ μέγαν σφυγμὸν, ὥσπερ γε ἐνίοτε καὶ ταχὺν τὸν οὐ
16. ταχὺν, ἢ βραδὺν τὸν μὴ βραδύν. ὡσαύτως δὲ περὶ τὴν τῶν
17. ἀμυδρῶν τε καὶ σφοδρῶν καὶ σκληρῶν καὶ μαλακῶν σφυγμῶν
18. διάγνωσιν σφάλλονται, καὶ μᾶλλον ἔτι περὶ τὴν τῶν
1. ἀτάκτων τε καὶ τεταγμένων, ὁμαλῶν τε καὶ ἀνωμάλων, ἐν
2. ἀθροίσματί τε καὶ κατὰ μίαν διαστολὴν, δι᾿ οὓς κᾀγὼ τέτταρα
3. περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔγραψα βιβλία,
4. προηγούμενα τεττάρων ἑτέρων, ἃ περὶ τῶν ἐν σφυγμοῖς αἰτιῶν
5. ἐπιγέγραπται. δεῖται γὰρ ἀμφοτέρᾳ τῶν πραγματειῶν
6. ἡ περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ἐν τέτρασί τε
7. καὶ αὐτὴ γεγραμμένη βιβλίοις, δι᾿ ἣν καὶ αἱ προειρημέναι
8. δύο τυγχάνουσιν οὖσαι. χρησιμωτάτης δὲ τῆς καθ᾿ ἕνα
9. σφυγμὸν ἀνωμαλίας οὔσης, γυμνασίας ἰσχυροτέρας δεομένης
10. εἰς διάγνωσιν, ὡς ἐπιδέδεικται, ὡς ἂν πολλὰς ἐχούσης διαφοράς.
11. ὅταν ὁ σφυγμὸς ὅ τε κατὰ μίαν ἐνέργειαν ὅ τε κατὰ
12. πλείους ἐφεξῆς ἀλλήλων μηδὲν ἔχῃ παρὰ φύσιν ἄλλο,
13. πλὴν τοῦτο μόνον, ὃ κατὰ διάλειψιν γίνεται. γινώσκειν οὖν
14. χρὴ τὸ τοιοῦτον ἐκ γενετῆς εἶναι σύμπτωμα, διαγινώσκεσθαι
15. δὲ χαλεπώτατόν ἐστιν, μᾶλλον δ᾿ ἀδύνατον ἄνευ τῶν πασῶν
16. τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἀκριβῶς αἰσθάνεσθαι.
17. θεασάμενος οὖν τὸν ἄνθρωπον οὕτως ἔχοντα, συνεβούλευσά
1. τε τοῖς ἰατροῖς ἀναληπτικῶς ἄγειν αὐτὸν ἀσφαλῶς
2. κεκριμένον, εἶθ᾿ ὅταν προέρχηται ἤδη καὶ τὰ συνήθη
3. πράττῃ, τότε τῶν σφυγμῶν ἁψάμενος αὐτοῦ διαλιπόντας
4. εὑρήσειν ἔφην, ὡς καὶ νῦν. τοῦτο γὰρ αὐτῷ φύσει συμβεβηκέναι,
5. οὐκ ἐξ ὑποπιπτούσης αἰτίας τινὸς νοσώδους. ἐκ
6. μὲν οὖν τοῦ παραχρῆμα τὸ ῥηθὲν αὐτοῖς ἄπιστον ἐφαίνετο·
7. κατὰ δὲ τὸν ἑξῆς λόγον ἅπαντα διαλιπόντα μίαν πληγὴν
8. τὸν σφυγμὸν εὑρίσκεσθαι ἄλλοτε κατ᾿ ἄλλον ἀριθμόν. ὕστερον
9. δέ ποτε προσελθόντες μοι παρεκάλουν ἀκοῦσαί μου, διὰ
10. τίνος σημείου τὴν φύσιν ἐγνώρισα τοῦ νεανίσκου τοιαύτην
11. οὖσαν. ἀπεκρινάμην οὖν αὐτοῖς, ὅπερ ἤκουσά ποτε εἰπεῖν
12. Ἰσοκράτην τὸν ῥήτορα τινὶ τῶν ἑταίρων πυνθανομένῳ περὶ
13. τριῶν ἐτῶν ἀσκήσεως, εἰ δυνήσεται καὶ ἀσκήσας ἐν τοσούτῳ
14. χρόνῳ ἕκαστον τῶν προβαλλομένων εἰπεῖν, ὡς ἑώρα
15. λέγοντα τὸν Ἰσοκράτην, φασὶ γὰρ ἀποκρίνασθαι τῷ μειρακίῳ
16. τὸν ἄνδρα· σὲ μὲν ἂν, ὦ παῖ, συνηυξάμην κᾂν ἐν
17. ἡμέρᾳ μιᾷ δύνασθαι μαθεῖν ὅπερ πυνθάνῃ· αὐτὸς δ᾿ ἂν
18. ἐμοὶ τοῦ κατὰ γνώμην ἀφυΐαν, ἔτεσι πολλοῖς ἀσκήσας αὐτόν.
1. γνώσεσθαι δὲ ἔφην ὅσαι παρὰ φύσιν εἰσὶν ἐν τοῖς σφυγμοῖς
2. διαφοραὶ, τουτὶ τὸ βιβλίον ἀναγνόντας. ἦν δὲ τὸ πρῶτον
3. περὶ τοῦ τὰς τῶν σφυγμῶν διαφορὰς ἁπάσας διαγινώσκειν,
4. ἐπαγομένων ἀσκήσεως τὴν ὁδὸν ἐν τέτταρσι γεγράφθαι βιβλίοις.
5. ἃ λαβεῖν ἔξεστιν ὑμῖν, ὅταν ἀπὸ στόματός μου τὰς
6. γεγραμμένας ἐν τῷδε τῷ βιβλίῳ διαφορὰς εἴπητε. τοῦτ᾿ οὖν,
7. ὦ Ἐπίγενες, ἀξιόλογον ἔργον ἰατρικῆς προγνώσεως ἐστὶν,
8. ὥσπερ καὶ τὸ κατὰ τὸν αὐτοκράτορα τῆς δοκούσης αὐτῷ
9. εἰσβολῆς γεγενῆσθαι τοῦ παροξυσμοῦ. τῶν δ᾿ ἄλλων ὅσα
10. θαυμάζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐδὲν οὐδ᾿ ἐγγὺς ὅμοιόν
11. ἐστι. τοῖς δὲ θαυμαστὸν γὰρ εἶναι φαίνεται διὰ τὴν τῶν
12. πολλῶν ἄγνοιαν, οὐ δι᾿ ἑαυτὰ τοῖς νομίμως ἠσκηκόσι τὰ
13. κατὰ τὴν τέχνην, οὐκ ἔχοντα δύσκολον τὴν πρόγνωσιν.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 14, ed. Kühn, 1827, vol. 14, p. 669-673. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:14
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩