13. Ταῦτ᾿ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν
14. ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν ὑφορώμενος ἐπεδεικνύμην
15. οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε
16. τῶν ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γενέσθαι
17. τι τοιοῦτον, ὡς ἐπίστασαι σὺ ὁ μάλιστα παρὼν τῇ
18. νόσῳ πάσῃ, μέχρι τέλους ἀπ᾿ ἀρχῆς Εὐδήμου τοῦ περιπατητικοῦ
1. φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λουτρὸν
2. ἀνωμαλία τις αὐτῷ, φρίκη δ᾿ ἀπὸ ὥρας ὀγδόης, δι᾿
3. ἦς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν ἀμέμπτως
4. διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν
5. ὑπερβάλλειν. ὡς δ᾿ οὐ κατ᾿ αὐτὴν ἀπήντησέ τι δυσχερές
6. ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία παραλλαγή
7. τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμενος
8. ἐπὶ τῇ τρίτῃ ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν.
9. ἀσφαλείας δ᾿ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ᾿ ἐκείνην ὑπερβάλλειν
10. τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ
11. τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχερές.
12. ἐν τῇ τετάρτῃ δὲ τῶν ἡμερῶν, ἐν ἧ συγγενόμενος ἡμῖν
13. ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ ἀποβλέψας
14. πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τετάρτην
15. οὖσαν ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην
16. ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν οὖν, ὡς οὐδενὸς
17. ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ᾿
18. ἄλλοι πάντες οἱ παρόντες, ἐγὼ δ᾿ ἐσιώπων μόνος. ἐρομένῳ
1. δὲ αὐτῷ περὶ τῆς σιωπῆς ἀπεκρινάμην οὐκ εἶναί μοι τελέως
2. ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ
3. τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψασθαι.
4. τὸ δὲ μὴ προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου
5. σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἶόν τε τὰς βραχείας
6. αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν
7. ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι
8. γενομένης ὑποψίας εἰπεῖν. ἐλούσατό τε οὖν εὐφόρως καὶ
9. ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός
10. με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν
11. αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν πρὸ τοῦ λουτροῦ, καὶ
12. μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν
13. ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην, τετάρτην
14. δὲ ἀπ᾿ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρίψας
15. ἐπὶ τῆς οἰκίας ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο
16. πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι φάντων.
17. ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο,
18. τὴν ὑποψίαν μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τεταρταίας
1. περιόδου προοίμιον εἴη συμβαῖνον. ἐχωρίσθην ἔχων
2. ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς
3. οἰκοῦντα. λουσάμενος δ᾿ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ
4. μετὰ πολὺ δὲ θερμασίας ᾔσθετο δι᾿ ὅλου τοῦ σώματος, ἣν
5. ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ παλαιοῦ
6. προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγήσατο
7. τοῖς συνήθεσιν ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων
8. ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι δυσχερὲς ἐν
9. τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ
10. διῃτήθη τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος,
11. ἐπείσθη τεταρταίου μὲν εἶναι περίοδον. ἐπῄνει δὲ τοὐντεῦθεν
12. ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν
13. ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος
14. ἀξιόλογον ἕξιν εἶναί μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν
15. παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ πατρὸς ἐπὶ
16. φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι᾿ ὀνείρων ἐναργῶν,
17. ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι
18. μάθημα τοῦτο. συνέβη μοι γεγονέναι τότε κατά τινα τύχην,
1. ὡς οἶσθα καὶ αὐτὸς, νενοσηκότος τινὸς ἀνθρώπου κατὰ τὴν
2. ἀρχὴν τοῦ φθινοπώρου νόσον ὀξεῖαν, εἶτα κατὰ τὴν ἀνάληψιν,
3. ἀρξαμένου περὶ πέμπτην ὥραν πυρέττειν, θεασάμενον
4. τὸν ἄνθρωπον ἀποφήνασθαί σοι παρόντι σαφεστάτην εἰσβολὴν
5. εἶναι τεταρταίου περιόδου. ὁπότε γὰρ κατὰ τὴν ἀναλογίαν
6. ἡ διὰ τὴν τετάρτην ἀνταπόδοσις ἐγένετο, πυθόμενος
7. παρὰ σοῦ τὴν γενομένην πρόῤῥησιν ὁ Εὔδημος, ἔτι μᾶλλον
8. ἐπείσθη προσέχειν ἐμοί· ὥστε ἐπειδὰν προύβαινεν ὁ κατὰ
9. τὴν περίοδον παροξυσμὸς εἰς μέγεθος, ἀθροίσας τοὺς ἀρίστους
10. τῶν κατὰ τὴν πόλιν ἰατρῶν ἠξίωσε σκέψασθαι περὶ
11. τῆς θεραπείας τοῦ νοσήματος. ἐγὼ δὲ ἑκὼν ἀπελείφθην, οὐ
12. βουλόμενος ἁμιλλᾶσθαι διὰ λόγων αὐτοῖς. ὡς δὲ τοῖς ἐνδοξοτάτοις
13. αὐτῶν ἔδοξε τῆς θηριακῆς αὐτὸν πιεῖν, ἕωθεν
14. ἐκείνῃ τῶν ἡμερῶν, ἐν ᾗ προσδοκώμενος ἦν ὁ διὰ τῆς τετάρτης
15. παροξυσμὸς ἔσεσθαι, χωρισθέντων αὐτῶν, ὡς οἶσθα,
16. σοῦ παρόντος, ἐπυνθάνετό μου τίνα τὴν ἐλπίδα τῆς τοῦ
17. φαρμάκου χρήσεως ἔχοιμι. γινώσκεις οὖν ὅπως ἀπεκρινάμην
18. αὐτῷ μηδὲν ἀμφιβάλλων ὡς οὐ μόνον οὐδὲν ὀνήσει τὸ φάρμακον,
1. ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν
2. γ᾿ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι᾿ ἣν οὕτως ἀπεκρινάμην,
3. ἄπεπτον ἔφην ἔτι εἶναι τὸ νόσημα, τό τε φάρμακον τοῦτο
4. κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ, μέχρι
5. μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέψαι
6. τελέως οὔτε διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην
7. ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν ἀφικόμενοι
8. πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον
9. αἰδεσθέντος διηγήσασθαι τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα αὐτῷ καὶ
10. ἅμα θεασάμενος μετ᾿ ἐνστάσεως, ὡς ὑποσχομένους τοὺς
11. ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ
12. τὴν τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ
13. κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε συμβαίνειν οὕτως ἔφασαν ἐπὶ
14. τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ νόσημα.
15. δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ
16. κατὰ τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τετάρτης
17. παροξυσμὸς, ὁμοίως ἕωθεν αὐτοῦ προσενέγκαιτο.
18. ἐκεῖνοι μὲν οὗν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ
1. περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκήτως
2. ἐνέβαλε τὴν ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν
3. προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν αὐτοῖς, ὡς
4. οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ
5. δόντες ἐπὶ τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ
6. φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος τῷ προτέρῳ παροξυσμῷ
7. κατ᾿ αὐτὸν ἀπήντησε καὶ ὁ μετ᾿ αὐτὸν ἐπιγενόμενος
8. δεύτερον· ἐφ᾿ ᾦ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα
9. προσδοκίαν ἔχοιμι τῶν μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, καταμαθὼν
10. αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν, ἔφην,
11. ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος
12. ὑπάρχω, ἕωθεν δὲ τάχα ἂν δυνηθείην, θεασάμενος
13. ἅπαντα τὰ διὰ τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος
14. οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί τε κελεύσας
15. αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην
16. ἀφίξεσθαι. καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε
17. τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον ἡψάμην, ἀπεφηνάμην
18. αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ
19. τὴν αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ᾿ ὕστερον
1. ἐπισκεψόμενοι τὸν Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ
2. Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο τῆς
3. πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευκὼς
4. δὲ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ
5. Παῦλος, οἶς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ κατ᾿ ἐμὲ,
6. λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλλοντος
7. παροξυσμοῦ, παραφυλάττειν δ᾿ ὅπως ἀποβήσοιτο.
8. γενομένου δὲ κᾀκείνου περὶ τὴν αὐτὴν ὥραν τοῖς προγεγενημένοις
9. ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμένοις
10. αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ
11. οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ τὴν Ῥωμαίων πόλιν ἀξιώματί
12. τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ᾿ οὖν Βοηθὸς, ἀκηκοὼς
13. εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν
14. ἤδη παρακαλῶν ἐπιδεῖξαί τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς,
15. ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν ἐγνώρισέ
16. μου τὸ ὄνομα καὶ τοῦτ᾿ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ
17. μετὰ τὴν πεῖραν ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ·
18. πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων
1. ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ
2. βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομένην
3. ὄντος ὑπάρχου, ἐδεῖτο τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ
4. ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν, ἐσπουδακὼς
5. δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν
6. οὖν τὰ κατὰ τὰς ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας
7. ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον ἐσομένης.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 2, ed. Kühn, 1827, vol. 14, p. 605-613. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩