8. Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος
9. γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων ἀπήλπιστο πρὸς
10. τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ
11. μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον,
12. ἀνάγκην εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι.
13. καταγελῶν δέ μου κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς
14. τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ Μαρίνῳ, πρωτεύειν
15. τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ
16. δυναμένους ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι
17. καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον αὐτοὺς γνώσεσθαι
18. τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον
1. καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων
2. ἐνίοτε μὲν τὸν λόγον, ἀποβλέπων τε πρὸς τοὺς
3. ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος ἄγοντα,
4. τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν
5. ὑπισχνεῖται Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε
6. μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿ αὐτοῦ καὶ τὴν θεραπείαν
7. οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου
8. τότε πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι
9. καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις. ἐκ γὰρ τῶν τριῶν τεταρταίων
10. τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ
11. ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν
12. προθεσμίαν τῆς λύσεως ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν·
13. ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς ηὔχοντο.
14. παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν
15. ἡμέραν, οὐκ ἐπὶ ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ
16. δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης μονονοὺ
17. κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς
18. ἐμὲ βλασφημίας· ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ
1. αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς
2. ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις
3. ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων
4. ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον
5. ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυμάζεσθαι
6. δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις,
7. ἀλλ᾿ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν
8. γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε
9. μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε
10. συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ
11. τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς
12. ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν
13. ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον
14. ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ
15. πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας
16. ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς
17. ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς
18. προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας
1. οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ
2. μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι
3. τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ
4. καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ
5. τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου
6. τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς
7. ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀποφήνασθαι
8. πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿
9. αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ
10. προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γεγονόσιν,
11. ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης
12. τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον
13. ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος,
14. ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην,
15. ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ βουλόμενος.
16. ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας
17. ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου
18. δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι.
1. κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα
2. ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον
3. αὐτὸ ἀθρόως ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ;
4. οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ μέρος.
5. ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς
6. νοσώδους διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων
7. καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων ἁπάντων ἡ λύσις
8. ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι
9. τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην
10. ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν ἐκ τοῦ σώματος ἅπασαν
11. οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς.
12. πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι;
13. οὐ γὰρ δὴ φθεγξαμένη γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως
14. γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον ἁπάντων
15. τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν κίνησιν, ἔφην,
16. τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον
17. διαστάσεως, ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ
18. λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις ῥηθεῖσιν ὁ Εὔδημος
1. ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ
2. τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα,
3. τάχα δὲ καὶ οὔρων πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις,
4. αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς ἀναστομωθεῖσα κένωσιν
5. ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον
6. ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας
7. μὲν οὖν, ἔφην, ἐσομένης τάδε καὶ τάδε προηγεῖται σημεῖα,
8. καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ
9. καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω
10. γαστρὸς κενώσεως ἀθρόας κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον
11. σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι καταλείποιτ᾿
12. ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς,
13. ἔφη, συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα
14. μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν ἀλλήλοις. παραγενόμενος
15. δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως,
16. οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου,
17. καθάπερ εἴωθεν· κεκραγότος δὲ πρὸς ἅπαντας ἡμᾶς
18. τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ
1. Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ
2. τοῦ θεραπεύειν αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν
3. ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην λύσιν τοῦ
4. νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος
5. ἐκ πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως
6. ἔτυχον. ἀπήλλαξε δέ με τριῶν τεταρταίων, οἷς ἀκαίρου πόσεως
7. τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς
8. ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ
9. με καταγελώμενος ὑπ᾿ αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος
10. ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 3, ed. Kühn, 1827, vol. 14, p. 613-619. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩