11. Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης
12. ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με τοῖς ἐν Ῥώμῃ
13. γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ
14. καὶ φίλος εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε
15. κατὰ τὴν γεγονυῖαν ἡμέραν ἀπόφασίν μου, περὶ τῆς
16. ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν ἐκεῖνοι θορυβώδη νομίζοντες,
17. οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς
18. ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος
1. ἑνὸς ὑπέμεινέ με. καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ
2. μοι κατὰ τύχην, εὐθέως δὲ μήτε προσαγορεύσας, ὡς ἔθος
3. εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν
4. Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα,
5. κᾄπειτα ἀκούσας ὡς ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς,
6. ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων Ἱπποκράτους
7. βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως
8. γοῦν γινώσκεις, ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ
9. δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην, εἴρηταί σοι
10. νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος
11. ἔλεγεν ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν
12. σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς κάτω γαστρὸς,
13. ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον
14. ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿
15. ἐμοῦ, παρῆλθον αὐτίκα. πορευθείς τε πρὸς τὸν Εὔδημον
16. ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν εὐδοκιμούντων
17. ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον
18. ἔφη μοι τοῦτο πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι
1. τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς ἄκρον ἥκοντας κακοηθείας,
2. καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς
3. ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿
4. ὅσοι φθάνουσιν εἶναι πονηροὶ, πραγμάτων ὕλην εὑρόντες
5. ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω πόλεσιν
6. ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς,
7. ἐμιμήσαντο τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ
8. πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν πονηρίας. ἐρῶ δέ σοί
9. τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ
10. γὰρ μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη
11. τὴν πονηρίαν ηὔξησε τῶν φύσει πονηρῶν, ἀλλὰ καὶ μάθησις
12. ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας
13. ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι
14. ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν ὑπό τινος πανουργοῦντες,
15. ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ
16. τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν
17. ἀσφαλέστερον προσφέρονται, οὐ σμικρὰν ἔχει δύναμιν οὐδ᾿
1. αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ δ᾿ ἐν
2. ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι,
3. καθάπερ οἱ τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν
4. πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον ἔχουσι τὴν
5. θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων,
6. ἃ πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν
7. τῆς φύσεως αὐτῶν. ἐπιτίθενται γὰρ τοῖς ἀγνοοῦσιν
8. αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς
9. οἱ δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν
10. ἀλλήλους, ἐάν τι καὶ σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν
11. οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν
12. ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον
13. οἱ τῇδε καθ᾿ ἡμῶν ποιοῦντες τὰς συνωμοσίας, μόνῳ
14. τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ ἐν
15. τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην,
16. ἀκήκοας ἤδη πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου
17. στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς πόλεως τῆσδε
18. χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν,
1. ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν
2. τούτων ἀνθρώπων. ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος
3. ἔφη, δεδογμένον σοι τοῦτο· καὶ εἰ γνῶσιν, ὥσπερ
4. αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν ὁμοίως αὐτοῖς ψεύδεσθαι.
5. καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων
6. ὄντες ἐν ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι
7. τἄλλα ὅσα προείρηκα πανουργοῦντες μαθεῖν, εἰς
8. τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται παραγεγονότας
9. εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν
10. ἀργύριον ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου
11. τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ τῶν ἀπόρων εἴης, κατεσκευάσθαι
12. πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν
13. ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων
14. ὑπονοοῦσιν. εἰπόντος οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα
15. καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς βλάψαι
16. δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται·
17. καὶ φάντος γε ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς
18. δέκα παραγενόμενον εἰς τὴν πόλιν, ἐπιδεικνύντα τε δι᾿
1. ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ φαρμάκων
2. ἀναιρεθῆναι μεθ᾿ ὧν ἧκε δυοῖν ἱκετῶν· χάριν,
3. ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ
4. τὰ τῆς πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν
5. φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε τὴν
6. ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε
7. καὶ πολυανθρώπου πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ
8. σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε γεγόναμεν
9. ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου
10. καὶ βίου. τραπόμενος οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν
11. καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 4, ed. Kühn, 1827, vol. 14, p. 619-624. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩