12. Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος
13. εὐθέως κατὰ τὴν πρώτην ἡμέραν ἔφην εἰσβολὴν
14. παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν,
15. ἐθεράπευσα, τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς
16. ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε παρακληθεὶς, ἄνθρωπόν
17. τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ
18. νῦν Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως
1. ἀττικίζοντες, νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδενὸς
2. τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο ποιῆσαι·
3. καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ
4. μηδ᾿ αὐτοῦ ἐκ τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθεσιν
5. τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν ἐναντίων ἢ προσῆκεν
6. ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησάμενος
7. ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους
8. ἐπιστάντος ἐπὶ τῶν πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις
9. τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου καὶ
10. ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν
11. τοὔνομα Γαληνοῦ. συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν
12. οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ μέρει τῆς
13. τέχνης ὑπ᾿ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν
14. ἄλλος ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασάμην
15. τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ θεραπείας χρησάμενος,
16. ὁ δ᾿ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας
17. ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν,
18. ἣν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην,
1. ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα
2. τῆς Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί
3. τι μόριον πεπονθέναι ἐξεῦρον οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ
4. τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο λεχθήσεται.
5. τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς
6. ἀγῶνα, παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς
7. ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε πρῶτον ὅθεν
8. ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων
9. λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν
10. ἀκολουθίαν ἅπασαν ἴδοις τῶν γενομένων· καὶ μὴ διὰ παντὸς
11. ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων
12. τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς
13. λόγων ἐπράχθη μοι τοὺς φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους
14. ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ
15. τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος
17. τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος
1. Βοηθὸς ὑπατικὸς ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ
2. φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ᾿ ἐχρῆτο τῶν Περιπατητικῶν
3. δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι
4. μὲν καὶ τὰ τοῦ Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσκειμένῳ
5. μᾶλλον. ὁπότ᾿ οὖν παρεκάλεσέ με, διδάξαι διὰ τῶν
6. ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύασεν
7. ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν
8. ἔφην δεῖσθαι τὴν ἀνατομὴν, ὁμοίως τε τὴν κατασκευὴν
9. ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχεδὸν
10. ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα
11. τῶν μικροφώνων εἶναι, παρασχεῖν ἀποδεικτικὰ λήμματα
12. πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ᾿ ἐν τῇ μελλούσῃ
13. γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ
14. Ἀδριανὸς ὁ ῥήτωρ, οὔπω σοφιστεύων, ἀλλ᾿ ἔτι συνὼν τῷ
15. Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος Φαβωρίνου,
16. δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ
17. τὴν ἰδέαν τῆς Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν
18. εἰπόντος. ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς ἀνατομῆς φαινόμενα,
1. συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ
2. ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι
3. τὸν διδάσκαλον Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς
4. ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν Ἀλέξανδρον
5. ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας
6. γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει
7. πρὸς ἁπάντων καὶ Ἀλέξανδρος ἐγινώσκετο, καθάπερ καὶ
8. τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων
9. λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ
10. φάρυγγος μυσὶν ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν
11. μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ διαληφθεῖσιν,
12. ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν
13. ζωήν τι βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος
14. ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο πρῶτον, ἔφη, ἄν σοι
15. συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν
16. ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην
17. ἓν μόνον φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ
18. εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν ἀφικνεῖσθαι.
1. ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν
2. ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι
3. πρὸς τὴν φιλονεικίαν αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον
4. ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν,
5. ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο
6. καὶ τῷ Σεβήρῳ καὶ τῷ Παύλῳ καὶ τῷ Βαρβάρῳ,
7. πάντες οὖν σφοδρῶς ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν
8. ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς αὐτὸ
9. τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν
10. ἦσαν ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς
11. συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν εἰσπνοὴν γίνεσθαι
12. διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου,
13. δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται
14. καὶ πρὸς τοῦτό γε τὰ εἰς αὐτοὺς κατεσχημένα νεῦρα, τὴν
15. ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν
16. ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο,
17. βιαίαν δ᾿ εἶναι τὴν ἑτέραν αὐτῆς γινομένην μετὰ
18. ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς ἡ
1. τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν
2. κατὰ τὸν χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς
3. ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ νεῦρα τὰ τούτους κινοῦντα
4. κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων
5. ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ
6. Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν ὑπομνήματα. καὶ πέμψαντός
7. γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν,
8. ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος
9. εἰ μέλλει δώσειν αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ
10. Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν αὐτοῖς ἐτῶν
11. ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε διαβουλευομένων γε
12. πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς
13. ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων
14. ἀνδρῶν ἀγαγεῖν τὰ γραφέντα.