Galenus. De praecognitione ad Epigenem (De praecogn.) [n° 088 Fichtner] [GalLat]

Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).

De praenotione ad Posthumum, 7, ed. Kühn, 1827, vol. 14, p. 635-641. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:7

10. [Διὰ τίνων τεχνῶν τὸν Κύριλλον τὸν
11. Βοηθοῦ υἱέα κατέλαβε ἐσθίειν λάθρα.] Ἓν οὖν ἔτι προσθεὶς,
12. ἐφ᾿ οὖ παραχρῆμα μὲν ἐξεπλάγη Βοηθὸς, ἀκούσας δ᾿ ὅπως
13. εὑρέθη θαυμάζειν οὐκέτι ἔφασκεν, ἀλλὰ τῶν ἀγνοούντων τὸ
14. θεώρημα καταγινώσκειν ὡς ἀμαθῶν, ἐπ᾿ ἄλλο τι μεταβήσομαι.
15. νοσήσαντος γὰρ αὐτῷ θατέρου τῶν υἱῶν, εἶτα ῥωσθέντος
16. ὑποστρέψαντός τε τοῦ νοσήματος, εἷτ᾿ αὖθις παυσαμένου
17. καὶ μετὰ ταῦτα πάλιν ἐπιπυρέξαντος τοῦ παιδὸς,
18. ἐμοῦ τε λέγοντος ἐσθίειν αὐτὸν λάθρα· τὰ γὰρ ἐν τῷ φανερῷ
1. διδόμενα πρὸς τῷ ταῖς ποιότησιν ὑπάρχειν ἐπιτήδεια
2. καὶ τῇ ποσότητι σύμμετρα εἶναι, τὴν μητέρα τοῦ παιδὸς
3. ὑποσχομένην ἀκριβῶς αὐτὸν φυλάξαι ἐπέστησε φύλακα παρακαθημένην
4. τε δι᾿ ὅλης τῆς ἡμέρας, ἀποκωλύουσάν τε τοὺς
5. εἰς τὸν οἶκον ἐκεῖνον εἰσιόντας, κατὰ τὸν οἶκον αὐτοῦ κοιμωμένου,
6. ἀποκεκλεισμένον ἔνδοθεν ἀκριβῶς ἀπ᾿ αὐτῆς. ἐπεὶ
7. δὲ τέτρασιν ἡμέραις οὕτω φυλαττόμενος ἐθερμάνθη διὰ
8. τῆς νυκτὸς, ὁ Βοηθὸς ἀναρτήσας με καὶ παραλαβὼν ἦγεν
9. εἰς τὴν οἰκίαν ἐπὶ τὸν παῖδα, συνηκολούθησαν δ᾿ αὐτῷ καὶ
10. οἱ κατὰ τὴν ὁδὸν ἀπαντῶντες, ἐν οἶς ἦσθα καὶ σύ. κατέλαβον
11. δὲ ἐκ μὲν τοῦ κοιτῶνος ἅμα τῇ μητρὶ προεληλυθότα
12. τὸν παῖδα πρὸς ἕτερον οἴκημα, ἐν ᾧ καὶ κλίνη, καθ᾿ ἦς ἡ
13. μήτηρ τοῦ παιδὸς ἐκαθέζετο· σκίμπους δέ τις ἔζευκτο μικρὸν
14. τῶν μέσων αὐτοῦ κατωτέρω, καθ᾿ οὗ τὸν παῖδα κατακλίνασα
15. παρεφύλαττεν, ὡς μηδεὶς αὐτῷ προσέρχοιτο. καθέδρα
16. δὲ ἦν μία τοῦ σκίμποδος, οἶα σύμμετρον ἐφ᾿ ἑαυτῇ
17. ἐπ᾿ αὐχένι ἔχουσι. κατάντικρυς δὲ τοῦ σκίμποδος πρὸς τοῖς
18. ἄνω πέρασι τῆς κλίνης ἐφεξῆς ἀλλήλων ἔκειντο δύο βάθραι,
1. καθ᾿ ὦν ὁ Βοηθὸς ἡμᾶς καθίσας αὐτὸς, τῇ γυναικὶ παρακαθε
2. σθεὶς, ἤγαγον Γαληνὸν, ἔφη, τοῦτον ὅπως ἀκούσῃ
3. παρὰ σοῦ περὶ τῆς ἀκριβοῦς φυλακῆς ἐν ταύταις ταῖς
4. ἡμέραις γεγενημένης τοῦ παιδὸς, ὡς οὐδὲν ἐν τῇ διαίτῃ
5. πλημμελοῖτο· θεασάμενός τε πότερον ὄντως ἐπύρεξε διὰ τῆς
6. νυκτὸς, ἢ σὺ φάσκουσά μοι θερμότερον αὐτὸν γεγονέναι
7. παρελογίσθης ὑπὸ δειλίας, ὡς οἰηθῆναι πυρετὸν εἶναι τὴν
8. θερμότητα δι᾿ ἄλλην ἴσως αἰτίαν γενομένην· ἵνα μὲν ὅπως
9. διάγει σαφῶς ἡμῖν δηλώσειεν, ἄμα δὲ καὶ τὰ τῆς διαίτης
10. αὐτῷ πάντα σε διδάξειεν. ἁψάμενος οὖν ἐγὼ τῆς κατὰ τὸν
11. καρπὸν ἀρτηρίας τοῦ παιδὸς ἀπύρετον μὲν αὐτὸν ἔφην
12. εἷναι, παρέχειν δέ μοι σκωμμάτων ἀρχὴν τοῖς ὀνομάζουσί
13. με μάντιν. ὑπολαβὼν οὖν ὁ Βοηθὸς ἔφη· κᾀγὼ πρὸς ἐκείνους,
14. ὡς οἶσθα, καλεῖν εἴωθά σε μάντιν ὄντα, ὅταν τοιοῦτον
15. εἴπῃς, ὁποῖον οἱ ἀντίτεχνοί σου φάσκουσιν ἀδύνατον
16. εἶναι, διὰ τῶν τῆς ἰατρικῆς θεωρημάτων γνωσθῆναι. ἀλλά
17. τοι μέχρι δεῦρο πάντ᾿, ἔφην, ἔδειξά σοι τὰ τοιαῦτα διὰ
18. θεωρίας ἰατρικῆς εὑρισκόμενα καὶ τινάς τε τῶν ἰατρῶν
1. αὐτὰ γεγραφότων. λέγειν οὖν ἐκελεύετε πάντες ἤδη τὸ μάντευμα·
2. κᾀγὼ δεηθεὶς ἅπαξ ἔτι συγχωρήσειν μοι τῶν σφυγμῶν
3. ἅψασθαι τοῦ παιδὸς, ἐπειδὴ τοῦτ᾿ ἔπραξα, μαρτυρήσεις,
4. ἔφην, ὦ Βοηθὲ, μηδένα μοι παραγινομένῳ μετὰ σοῦ
5. διαλεγομένων ἡμῶν δι᾿ ὅλης τῆς ὁδοῦ προσεληλυθότα τὸ
6. μέλλον λέγεσθαι μάντευμα μεμηνυκέναι. φάντος οὖν αὐτοῦ
7. μαρτυρήσειν, οἶσθα ὅπως γελάσας ἐγὼ προσέχειν τε καὶ
8. ἀκούειν ὑμᾶς ἐκέλευσα τὸ τοῦ μάντεως θέσπισμα τοιόνδε τι
9. φήσας εἶναι· τῷ Κυρίλλῳ τούτῳ κατὰ τὸν οἶκον τοῦτον ἀποκέκρυπταί
10. τι τῶν ἐδωδίμων, ὅπως ὅταν εἰς τὸ βαλανεῖον ἡ
11. μήτηρ αὐτοῦ πορευομένη κλείσῃ τὸν οἶκον, εἶτα ὑπὲρ
12. ἀσφαλείας εἰς γλωττόκομον ἐμβάλλουσα τὴν κλεῖν κατασημήνηται,
13. τοῦτο γὰρ ἀκούω ποιεῖν αὐτὴν ἑκάστοτε, κατακεκρυμμένον
14. ἀνελόμενος ὁ υἱὸς αὐτῆς οὕτως προσενέγκηται.
15. ταῦτ᾿ ἀκούσας Βοηθὸς εὐθέως ἐξορμήσας πρὸς τὸν παῖδα
16. συναρπάζει τε καὶ μετακομίσας ἐπὶ τὴν κλίνην, ἀναστορεθῆναι
17. τὸν σκίμποδα κελεύσας, ἐπειρᾶτο τὸ κατακεκρυμμένον
18. ὡς αὐτίκα φανησόμενον. ἐπειδὴ τά τ᾿ ἐπιβλήματα πάντα
19. καὶ τὸ ὑπεστορεσμένον αὐτοῖς ἀνετινάχθη, τὸ γνάφαλον ἑξῆς 
1. ἀνετίναξεν. εἶτα τὴν καθέδραν ἐπάρας ἐπεσκοπεῖτο μή τι
2. κατακεκρυμμένον ὑπ᾿ αὐτῇ φανείη. ὡς δ᾿ οὐδὲν οὐδ᾿ οὕτως
3. ἐφάνη, μετακομίσας ἀπὸ τῆς κλίνης τὸ παιδίον ἐπὶ τὸν
4. σκίμποδα τὴν κλίνην ὅλην ἀναστορέσας, ἐκέλευσεν αὖθις
5. στρώννυσθαι. γελάσας τε, τί, φησὶν, ὁ μάντις λέγει; θαυμάσας
6. δ᾿ ἐγὼ διότι μηδὲν εὗρεν ἐφ᾿ ὧν ᾤετο κατακεκρυμμένον,
7. ὃ μόνον ἀζήτητον, ὡς οὐδενὸς ὑποπτεύοντος ἐν αὐτῷ περιέχεσθαι
8. τὸ ζητούμενον ἐπάρας ἀνέσειον· ἦν δὲ τοῦτο παντελῶς
9. σμικρὸν τῆς μητρὸς αὐτοῦ ταραντινίδος ἐπικείμενον
10. τῇ καθέδρᾳ, σεισθέντος δ᾿ αὐτοῦ μέρος ἄρτου τὸ περιεχόμενον
11. ὑπ᾿ αὐτοῦ κατὰ γῆς ἔπεσε καὶ ὑμεῖς πάντες ἀνακεκράγατε
12. μέγιστον ἅμα τῷ Βοηθῷ γελῶντες καὶ τὴν μαντικὴν
13. ἐπαινοῦντες. ὁ δ᾿ οὖν Βοηθὸς ὑπὲρ πάντας γελῶν ἐθαύμαζε
14. πῶς ὁ σφυγμὸς, εἰ καὶ τὸ κατακεκρυμμένον ἐδώδιμον,
15. ἱκανός ἐστι δηλοῦν. ἀλλὰ τό γε μέλλον ὑπὸ τοῦ παιδὸς
16. ἔσεσθαι λουομένης τῆς μητρὸς ἐμήνυσα· κᾀγὼ πρὸς αὐτὸν
17. ἔτι ἔφην, ὦ δριμύτατε, μὴ δηλωσάντων τοῦτο τῶν
18. σφυγμῶν ὁ Γαληνὸς ἐτεκμήρατο. κλεισθείσης γὰρ ἀκριβῶς
1. τῆς θύρας κατὰ πολλὴν σχολὴν, τὴν ἐδωδὴν αὐτῷ τῷ παιδὶ
2. γενέσθαι δυναμένην ἀδεῶς, οὐ χαλεπὸν ἦν τεκμήρασθαι,
3. ἀλλὰ καὶ ὅτι κατακέκρυπταί τι καὶ τὸ κατακεκρυμμένον
4. ἐδώδιμόν ἐστιν, ὁ μὲν σφυγμὸς οὐκ ἤγγειλέ μοι· τεταραγμένον
5. δ᾿ αὐτὸν θεασάμενος ἐνόησα, καθάπερ ἐπὶ τῆς ἐρώσης
6. γυναικὸς καὶ τοῦ φοβουμένου δούλου τὴν ταραχὴν ἐπὶ
7. ψυχικῷ τινι πάθει γενέσθαι, ἀπυρέτου τελέως γε ὄντος
8. τοῦ παιδός. ἐρωτήσεις οὖν ἴσως ἐκ τίνος ἐτεκμηράμην ἐδώδιμον
9. εἶναι τὸ κατακεκρυμμένον· ἄκουε δὴ καὶ περὶ τούτου
10. τὴν ταραχὴν τῆς ψυχῆς. οὔτε δίκην μέλλων ἐρεῖν ὁ παῖς
11. οὔτε παλαίειν, ἢ παγκρατιάζειν, ἢ ὅλως ἐπιδείκνυσθαι πλεονέκτημά
12. τι σωματικὸν, ἢ ψυχικὸν, οὐχ ὅλως ἐγκαλούμενός
13. τι διαμένουσιν ἴσχειν. ἀκούσας οὖν ὁ Βοηθὸς ταῦτα, νὴ τοὺς
14. θεοὺς ἔφη θαυμάζειν, εἰ οὕτως εὔγνωστα φάρμακα τῶν
15. ἰατρῶν οὐδεὶς οἶδεν. εὔδηλον γὰρ ὅτι μήτ᾿ αὐτοὶ τοιοῦτον
16. ἔργον ἐπεδείξαντο πώποτε, καὶ δὲ πάντα μᾶλλον ἢ ἐξ ἰατρικῆς
17. αὐτὰ πράττειν φασίν. ἐοίκασι δ᾿, ἔφη, μὴ μόνον ἀγνοεῖν
18. ὁποῖός ἐστι τῶν ἀγωνιώντων ὁ σφυγμὸς, ἀλλὰ μηδ᾿ εἴπερ
1. ἔγνω τις αὐτῶν κατὰ τύχην ἃ προσελογίσω, προσεπιλογίσασθαι
2. δύνασθαι. διὰ τὸ μήτε φῦναι συνετοὶ μήτε μαθήσει
3. γεγυμνάσθαι τὸν λογισμόν. ἀλλά γε τῆς κακοηθείας ἔφην
4. ἔργα γεγυμνασμένοι τέ εἰσι καὶ σοφοί.

Cliquer un n° de page pour en afficher l’image