5. [Τὴν γυναῖκα τοῦ Βοηθοῦ τῷ γυναικείῳ
6. ῥῷ περιπεσοῦσαν ἰᾶται παρὰ τὴν ἄλλων δόξαν.] Τούτων
7. μὲν οὖν, ὦ Ἐπίγενες, αὐτὸν ἔχω μάρτυρά σε, πολλῶν δ᾿
8. ἄλλων ἑτέρους ἁπάντων τῶν πραχθέντων μοι κατὰ τὴν
9. πρώτην ἐπιδημίαν. ἤκουες δ᾿ αὐτὸ παρ᾿ αὐτῶν τῶν ὑπ᾿ ἐμοῦ
10. θεραπευθέντων. ἓν οὖν ὄντως θαυμάσιον πραχθὲν, ὃ οὐ
11. μόνον με παραδοξολόγον ὡς ἔμπροσθεν οἱ πολλοὶ τῶν ἰατρῶν
12. ὠνόμαζον, ἀλλὰ καὶ παραδοξοποιὸν ἐποίησε κληθῆναι
13. σιωπήσω. ἡ γὰρ τοῦ Βοηθοῦ γυνὴ τῷ καλουμένῳ ῥῷ
14. γυναικείῳ περιπεσοῦσα κατ᾿ ἀρχὰς μὲν αἰδουμένη
15. τοὺς ἀξιολόγους ἰατροὺς, ὦν εἶς ἤδη κᾀγὼ πᾶσιν ἐδόκουν
16. εἶναι, ταῖς συνήθεσι μαίαις ἀρίσταις οὔσαις τῶν κατὰ τὴν
17. πόλιν ἑαυτὴν ἐπέτρεπεν. ὡς δ᾿ οὐδὲν ὠφελεῖτο, πάντας ἡμᾶς
18. ὁ Βοηθὸς ἀθροίσας ἐπεσκοπεῖτο τί χρὴ ποιεῖν. ὡς δὲ συνωμολογήθη,
1. κατὰ τὴν γεγραμμένην ὑφ᾿ Ἱπποκράτους τε καὶ τῶν
2. ἀρίστων μετ᾿ αὐτὸν ἰατρῶν θεραπείαν, ἅπαντα πράττειν
3. ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς ὑπηρετούσαις
4. αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος
5. βοηθημάτων πρὸς τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κεφάλαιον
6. ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας τὰ
7. χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμμάτων
8. στυφόντων τοῖς γυναικείοις τόποις, ἐποίουν οὕτως.
9. ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ διάθεσις ἀποτελουμένη,
10. κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζητοῦσιν
11. ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ᾿ ἣν μεταβῶμεν, οὔτ᾿ ἐκ
12. λογισμοῦ τις εὕρισκεν οὔτ᾿ ἐκ πείρας ἀνεμιμνήσκετο βέλτιον
13. τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ
14. δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ
15. γινομένῳ ταῖς κυούσαις, ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν
16. γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν τῶν
17. γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρίσματα
18. ὄντα τοῦ ῥοῦ τοῦ γυναικείου καθ᾿ ἑκάστην ἡμέραν
1. ἀντιμαρτυρήσει τῇ δόξῃ ταύτῃ. τῆς φυλαττούσης οὖν αὐτὴν,
2. ἣν ἐπεπιστεύκειμεν ἀρίστην εἶναι, τά τ᾿ ἄλλα πραττούσης ὡς
3. ἐπὶ κυούσης λουούσης τε καθ᾿ ἑκάστην ἡμέραν, συνέβη κατὰ τὸν
4. πρῶτον οἶκον τοῦ βαλανείου σφοδροτάτης ὠδίνης γενομένης,
5. οἶαι ταῖς τικτούσαις εἰώθασι συμπίπτειν, ὑδατῶδες ὑγρὸν
6. ἐκκενωθῆναι τοσοῦτον ὡς λειποθυμήσασαν ἐξενεχθῆναι τοῦ
7. βαλανείου τὴν γυναῖκα. καλουσῶν δὲ καὶ κεκραγυιῶν τῶν
8. ἀμφ᾿ αὐτὴν, οὐδεμιᾶς δὲ οὐδὲ πόδας οὐδὲ χεῖρας
9. οὐδὲ τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσι
10. κατὰ τὸ σύνηθες, ἀνατριβούσης, ἐγὼ κατὰ τύχην ἑστὼς πρὸ
11. τῆς ἔξω θύρας τοῦ βαλανείου, κραυγῆς ἀκούσας, εἰσεπήδησα
12. καὶ θεασάμενος ἀπεψυγμένην αὐτὴν, εἰς χεῖρας λαβὼν ναρδίνου
13. μύρου τὸν στόμαχον ἀνατρίβειν ἐγκελευσάμενος ταῖς
14. παρούσαις, μὴ μάτην ἑστάναι κεκραγυίας, ἀλλὰ τὰς μὲν
15. τοὺς πόδας ἐκθερμαίνειν, τὰς δὲ τὰς χεῖρας, ἐνίας δ᾿ ὀσφραντὰ
16. προσφέρειν τῇ ῥινί· τότε μὲν ἀνεκτησάμεθα ταχέως αὐτήν.
17. ἥδετο δὲ μεγάλως ἡ μαῖα, προσταλείσης ἐπὶ τῇ κενώσει
18. τῆς γαστρὸς, οὐχ οὕτως ἐπὶ τῷ σφαλῆναι ἐπὶ τῇ τοῦ τίκτειν
1. δόξῃ, ἀλλ᾿ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν,
2. ὡς ἐπιστημονικῶς εἰδυῖα τὸ πρᾶγμα. ἀποροῦντος δ᾿ ἑκάστου
3. ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ πρόσθεν
4. ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ᾿ ἕτερον μεταβῆναι,
5. φροντίζοντι νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας
6. αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς γυναῖκας εἶπον
7. οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον
8. νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ
9. τὸ ὑποχόνδριον παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον
10. ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν ὑποχονδρίων μυῶν,
11. ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνωκότα,
12. φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην
13. τι μόριον, ἀποστῆναι τοῦ βιαίου. ὡς γὰρ ἄν τις ἄκρως
14. εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς
15. τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ
16. τὸ ὑποχόνδριον ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμετρον
17. ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ πάντες
18. ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως,
1. οὐ διὰ ξηραινούσης ὕλης μόνον, ἀλλὰ καὶ θερμαινούσης,
2. ὅπως μὴ τήκοιτο τὸ σῶμα, ψυχρᾶς κράσεως ἀμέτρως
3. ὑπάρχον· καὶ μάλιστ᾿ ἐπειδὴ θέρους ὥρᾳ κατ᾿ ἐκεῖνον
4. τὸν καιρὸν ἡμεῖς τοὐναντίον ἐπράττομεν, ἐν θαλαττίᾳ ψάμμῳ
5. θερμῇ κατακλίναντες αὐτήν· λογισάμενος δέ τι καὶ ἄλλο
6. κοινότερον ἁμάρτημα κατὰ τὰ πλεῖστα τῶν παθῶν ἑκάστοτε
7. γιγνόμενον ὑπὸ τῶν ἰατρῶν κενούντων μὲν τὸ περιττὸν,
8. ὅπως δὲ μὴ γεννῷτο παραπλήσιον τῷ κενωθέντι παραλειπόντων,
9. ἐνενόησα τὸν σκοπὸν τῆς διαίτης ποιήσασθαι διά
10. τε πόματος ἐλαχίστου καὶ τρίψεως ὅλου τοῦ σώματος, ἔτι
11. τε χρίσεως οὕτω σκευαζομένης, οὐ διὰ πίττης τε καὶ ῥητίνης,
12. ἀλλὰ διὰ μέλιτος μόνου μέχρι πλείονος μὲν ἑψηθέντος,
13. ἀποψυχθέντος δ᾿ εἰς τοσοῦτον, ὡς τούτῳ δὴ τῷ κατὰ τὰς
14. κρήνας ὕδατι θέρους ὥρᾳ παραπλήσιον εἶναι. καθάπερ δὲ
15. διὰ τοῦ δέρματος ἔγνων ἄμεινον εἶναι διαφορεῖν τὴν περιττὴν
16. ὑγρότητα, τὸν αὐτὸν τρόπον οὐρητικοῖς τε φαρμάκοις
17. ἐπὶ τὴν κύστιν αὐτὴν ποδηγεῖν· ἐπιμελεῖσθαι δὲ τοῦ καὶ
18. διὰ κάτω γαστρὸς ὑπάγεσθαι. πειραθεὶς δ᾿ ἐν ταῖς μετὰ
1. τὴν ἀθρόαν ἔκκρισιν ἡμέραις ἐφεξῆς ὡς ἑπτὰ, καθ᾿ ἃς ὁ
2. μὲν Βοηθὸς ἅπαντας ἡμᾶς ἰδίᾳ τε καὶ κοινῇ παρεκάλει σκοπεῖσθαί
3. τινα θεραπείας τρόπον, ἀπαγαγὼν αὐτὸν ἀπὸ τῶν
4. παρόντων οἰκετῶν τε καὶ φίλων ἰδίᾳ ἐπὶ τῆς οἰκίας διελέχθην,
5. οὐδὲν, εἰπὼν, ἄχρι τήμερον οὐδὲ καθ᾿ ἕν με σφαλέντα
6. τῶν ἰατρικῶν ἔργων ἐπιστάμενος ἐπίσκεψαι κατὰ
7. σαυτὸν εἰ συγχωρεῖς δέκα ταῖς πάσαις ἡμέραις, ὡς βούλομαι
8. πρᾶξαι περὶ τὴν γυναῖκά σου· κᾂν μὲν ἄμεινον ἴσχειν
9. ἑκάστοτε φαίνηται, μετὰ ταῦτα ἄλλαις τοσαύταις ἐπιτρέψεις
10. μοι πράττειν τι περὶ αὐτήν· εἰ δὲ μὴ, τότε κᾀγὼ χωρισθήσομαι
11. τελέως αὐτῆς. ἑτοίμως δέ μοι συγχωρήσαντος
12. αὐτοῦ, πρῶτον μὲν ὑδραγωγῷ φαρμάκῳ διὰ τῆς κάτω γαστρὸς
13. ἐκένωσα, μετὰ ταῦτα δὲ πίνειν ὕδωρ ἐναφεψηθέντος
14. ἀσάρου τε καὶ σελίνου. ἐπεὶ δὲ ταῖς πρώταις ἡμέραις δύο
15. τούτων γενομένων οὐδὲν ἐφάνη τοῦ ῥοῦ, κατὰ τὴν τρίτην
16. ἔδωκα πάλιν οὐ πολὺ τοῦ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦντος
17. τὸ ῥέπον ἔμπροσθεν εἰς τὴν μήτραν, οὐ μόνον δι᾿ οὔρων,
18. ἀλλὰ καὶ διὰ τῆς κάτω γαστρὸς παροχετεύειν βουλόμενος.
1. καὶ μετ᾿ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ᾿ ἑκάστην ἡμέραν,
2. ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων
3. μαλακωτάτων, εἶτα διὰ σκληροτάτων· ἐδίδουν τε κρέα τῶν
4. ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ τούτων
5. ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως
6. ἐφάνη τοῦ πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ
7. κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως ἐκθεραπεῦσαι
8. τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν
9. χρόνον, ὅπως μηκέθ᾿ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος
10. τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς, ὡς μηδὲν ἀποδεῖν ἀκριβῶς
11. τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπεφάνη,
12. τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν
13. φθόνον τούτων τῶν γενναίων ἰατρῶν ἐφ᾿ οἷς ἐτύγχανεν
14. ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε
15. Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ᾿ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥωμαίων
16. πόλιν ὄντι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι.
17. Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ πολέμου
18. γενηθέντος ὑπὸ Βολογέσου.
⟨
(De praecogn.) [n° 088 Fichtner] [GalLat]
De praecognitione ad Epigenem
Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).
De praenotione ad Posthumum, 8, ed. Kühn, 1827, vol. 14, p. 641-647. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩