Galenus. De praecognitione ad Epigenem (De praecogn.) [n° 088 Fichtner] [GalLat]

Περὶ τοῦ προγινώσκειν πρὸς Ἐπιγένην
Pronostic
Prognosis (Praen.)
Nutton, 1979.
De praenotione ad Posthumum, 1827, vol. 14, p. 599-673. urn:cts:greekLit:tlg0057.tlg083.verbatim-lat1
Nutton, 1979 (eng); Martínez Manzano, 2002 (spa).

De praenotione ad Posthumum, 9, ed. Kühn, 1827, vol. 14, p. 648-651. urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:9

1. [Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ
2. πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.] Κἀγὼ θεασάμενος
3. αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι
4. πρᾶξαι κωλυθῶ τῆς ἐς Ἀσίαν ἐπανόδου , παρεκάλεσα
5. βραχὺν ἐπισχεῖν χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς
6. τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι. καὶ τοίνυν
7. ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων
8. πόλεως ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα
9. καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν οἴκησιν· ᾧ
10. προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων,
11. ἡμέρᾳ μιᾷ τῶν ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα
12. τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν τε παραχρῆμα
13. καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν
14. εἰς τὴν πατρίδα παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον
15. ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος, εἶτ᾿ ἐκεῖθεν
16. ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα
17. κατὰ τὴν πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον
18. εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι, διαπεραιωθῆναι· δεδιὼς μή 
1. τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ αὐτοκράτωρ
2. γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην
3. εἰς Ῥώμην ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως
4. μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα. ζητοῦντες
5. δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου
6. πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ
7. διατρίβειν με, τὸ μὲν πρῶτον ὑπώπτευον τὸ γεγονός·
8. προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν ἄνθρωπον
9. ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα·
10. καὶ τότε μόγις ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν
11. ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν Ῥώμην,
12. ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿
13. οὐ πολὺν ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου
14. τοῦ πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει.
15. γενομένου δὲ λόγου περὶ τῶν ἔργοις, οὐ λόγοις
16. ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν
17. περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες
18. οὖν ἤδη τῆς πόλεως, ὡς ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ
1. χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι, παρεσκευακότες τε καὶ συγκροτοῦντες
2. τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν
3. ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος
4. εἰς θεοὺς ὁ ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην
5. τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς ἐπὶ
6. τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ.
7. χρηστὸν δ᾿ ὄντα καὶ φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα,
8. πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ ταχέων
9. ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ
10. μεμνημένος τῆς συνήθους κακοηθείας τῶν κατὰ τὴν
11. πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν αὐτῆς
12. ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος,
13. ὑπὸ Πειθολάῳ τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ
14. τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν ἐπιμέλειαν
15. ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ
16. χρονίσαντος ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ
17. χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους τε καὶ ἰατρικὰς,
18. ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην
19. αἰτήσασι τοῖς φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας
1. αὐτὰς ἔσεσθαι. ὡς εἴ γε ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς
2. ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους ὅσοι
3. μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν
4. ἀνάγνωσιν ἥκουσιν, ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν
5. ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία πᾶσα γέγραπται
6. τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν
7. ἅλλων προγνωστικῶν σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην
8. ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν βουληθέντι
9. σοι μαθεῖν ἐκ τίνος θεωρίας ἐγένετο, ῥᾳδία
10. καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι,
11. γεγυμνασμένῳ τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ
12. τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις ἰατροῖς,
13. ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς
14. πανουργίαν δ᾿ ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν,
15. οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων δύνανται οὔτε
16. ἀκουσθῆναι.

Cliquer un n° de page pour en afficher l’image