18. Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς
1. ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν
2. ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν.
3. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι,
4. οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι
5. μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι
6. βουλομένοισι ταῦτα λέγειν παρίημι.
8. Ὅσον ἐπὶ τῇ ῥήσει ταύτῃ γνῶναι σαφῶς τὴν τοῦ συγγραφέως
9. γνώμην οὐ πάνυ τι δόξει δυνατὸν εἶναι. μέμφεται
10. γὰρ τοῖς προσωτέρω τὸν περὶ τῆς φύσεως λόγον ἀπάγουσι
11. τῆς ἰατρικῆς χρείας. προσωτέρω δ᾿ ἀπάγειν ὑπονοήσειεν
12. ἄν τις ἐκείνους, ὅσοι τε πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ
13. γῆν εἶναι λέγουσι τὰ στοιχεῖα τῆς ἀνθρώπου φύσεως, εἰ μὴ
14. μιγέουσι τὰ στοιχεῖα, ὅσοι τε τούτων τὸ στοιχεῖον ἕν τι·
15. κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ἐπὶ τὸ πρότερον ἀφικνουμένων
16. ἡμῶν, κατὰ δὲ τὴν ἀκριβεστέραν σκέψιν ἐπὶ τὸ
17. δεύτερον. τοὺς γὰρ ἐκ πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος
18. ἀλλήλοις κραθέντων ἡγουμένους τὰ σώμαθ᾿ ἡμῶν γεγονέναι
1. μοχθηρῶς ἄν τις ἀξιώσειε κρίνεσθαι ὕδωρ, ἢ πῦρ, ἢ γῆν,
2. ἢ ἀέρα δεικνύοντας ἐν ἡμῖν, ἢ μὴ δεικνύοντας ἐξελέγχεσθαι
3. φάσκειν. ὅμοιον γὰρ τοῦτο τῷ κατὰ τὴν τετραφάρμακον
4. δύναμιν ἀξιοῦν ἤτοι κηρὸν, ἢ πίτταν, ἢ στέαρ, ἢ ῥητίνην
5. εἰλικρινῆ δεικνύειν, ἢ μὴ δυναμένους δεῖξαι, μὴ συγχωρεῖν
6. ἐκ τούτων αὐτὴν συγκεῖσθαι. ἐν γὰρ τῷ κεκρᾶσθαι φάναι
7. τὰ τέτταρα τὸ μηδὲν εἰλικρινὲς αὐτῶν εἶναι δηλοῦται. δυνατὸν
8. μὲν οὖν ἐστιν ἄμφω νοῆσαι κατὰ τὴν προκειμένην
9. ῥῆσιν· ἐν δὲ τοῖς ἑξῆς εἰρησομένοις φαίνεται τὸ δεύτερον
10. ὑπὸ τοῦ συγγραφέως κατασκευαζόμενον. εἰ δέ τις ἀκριβῶς
11. προσέχοι τὸν νοῦν καὶ κατ᾿ αὐτὴν τήνδε τὴν λέξιν, ἔνθα
12. φησίν. οὔτε γὰρ ἠέρα τὸ πάμπαν εἶναι τὸν ἄνθρωπον,
13. οὐ τοῦτό φησιν, ὡς οὐκ ἔστιν ὅλως ἐν ἡμῖν ἀὴρ,
14. ὥσπερ οὐδ᾿ ὅτι πῦρ, ἢ ὕδωρ ἢ γῆ, ἀλλ᾿ ὡς τὸ πάμπαν. ἐκ
15. δὲ τῆς φωνῆς ταύτης σημαίνεται τὸ μὴ παντελῶς, οὐ τὸ
16. μηδ᾿ ὅλως. οὐ γὰρ ἀναιρεῖται παντάπασιν ὑπὸ τῆς τοῦ
17. πάμπαν λέξεως τὸ πρᾶγμα περὶ οὗ ποιούμεθα τὸν λόγον,
1. ἀλλὰ τὸ τέλειον αὐτοῦ καὶ ἄμικτον παραθραύεται. φαίνεται
2. γοῦν ὅ τε ποιητὴς κατὰ τοῦτο τὸ σημαινόμενον χρώμενος
3. τῷ πάμπαν φωνῇ, δι᾿ ὧν φησιν
6. αὐτός θ᾿ Ἱπποκράτης, ἡνίκα ἂν λέγῃ· τῶν ὀξέων νοσημάτων
7. οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες, οὔτε τῆς
8. ὑγιείης οὔτε τοῦ θανάτου. ὁ μὲν γὰρ ποιητὴς τὸν Δία
9. φησὶ χαριζόμενον τῇ Θέτιδι πολὺν μὲν ὄλεθρον ἐθέλειν
10. ἐργάσεσθαι τῶν Ἑλλήνων, οὐ μὴν παντελῶς γ᾿ αὐτοὺς διαφθεῖραι.
11. ὁ δ᾿ Ἱπποκράτης πολλὰς μὲν τῶν προῤῥήσεων
12. εἶναι βεβαίας, ὡς ἐπεδείξαμεν ἐν τοῖς εἰς τὸ προγνωστικὸν
13. ὑπομνήμασιν, οὐ μὴν ἁπάσας γε, βέλτιον ἀκούειν, ὅπερ
14. καὶ διὰ τῶν ἐφεξῆς δηλοῦται, μὴ συγχωρεῖν τὸν Ἱπποκράτην
15. τοῖς ἀέρα μόνον εἶναι λέγουσι τὸ στοιχεῖον τοῦ ἀνθρωπείου
16. σώματος, ὥσπερ οὐδὲ τὴν γῆν μόνην, ἢ ὕδωρ, ἢ
17. πῦρ. οὐδὲ γὰρ ἕν τι τούτων ἐστὶν, ἀλλ᾿ ἅπαντα στοιχεῖα.
1. διὸ καὶ τὴν κατὰ τὸ τέλος τῆς ῥήσεως φωνὴν, ἀμφίβολον
2. οὖσαν ἐν τῷ παρὰ διαίρεσιν καὶ σύνθεσιν γένει ἀμφιβολίας,
3. ἄμεινόν ἐστι κατὰ διαίρεσιν ἀναγινώσκειν, ἔνθα φησίν· οὔτ᾿
4. ἄλλο οὐδὲν ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ.
5. τὸ γὰρ ἓν ἐὸν οὐχ ὡς οἱ τὴν προτέραν τῶν ἐξηγήσεων
6. πρεσβεύοντες οἴονται, μέρος ἕν ἐστι λόγου, λεγόμενον ὑπὸ
7. τῶν ἄλλων Ἑλλήνων ἐν δυοῖν συλλαβαῖν, ἓν ὄν. ὑπὸ δὲ
8. τῶν Ἰώνων ἐν τρισὶν, ἐνεὸν, ἀλλὰ δύο ἐστὶ λόγου μέρη. τὸ
9. μὲν ἕτερον ὄνομα μονοσύλλαβον, ὡς ἐπειδὰν λέγωμεν
10. ἀριθμοῦντες ἓν, δύο, τρία. τὸ δ᾿ ἕτερον, ὅπερ ἡμεῖς μὲν ἂν
11. λέγομεν, οἱ δ᾿ Ἴωνες ἐὸν ἐν δυοῖν συλλαβαῖν. ἐπιδειχθήσεται
12. γὰρ ἐν τοῖς ἑξῆς ὁ Ἱπποκράτης ἀντιλέγων οὐ τοῖς περιέχεσθαι
13. κατὰ τὸ σῶμα τῶν τεσσάρων στοιχείων ἕκαστον
14. οἰομένοις, ἀλλὰ τοῖς ἓν μόνον ἐξ αὐτῶν τὴν φύσιν εἶναι
15. τοῦ ἀνθρώπου νομίζουσι. πῶς οὖν φησί τις προσωτέρω ἢ
16. κατὰ τὴν ἰατρικὴν ὁ λόγος οὗτος ἀποχωρεῖ, καθ᾿ ὃν ἓν
17. ὁτιοῦν στοιχεῖον ὑποτίθενταί τινες εἶναι τὴν φύσιν τοῦ ἀνθρώπου;
18. ὅτι, καθάπερ αὐτὸς ὀλίγον ὕστερόν φησι, ταύτῃ
1. τῇ δόξῃ τὸ μή ποτε ἀλγεῖν τὸν ἄνθρωπον ἕπεται, καίτοι
2. κἂν τοῦτό τις συγχωρήσῃ, ἓν καὶ τὸ ἰώμενον εἶναι. φαίνεται
3. δὲ ἀλγοῦν καὶ θεραπευόμενον πολυειδῶς, ὥστε ψευδὴς
4. ἀληθῶς. ἴδωμεν οὖν τῶν εἰρημένων ἕκαστον ἐν ταῖς ἐφεξῆς
5. ῥήσεσιν, ὅπως αὐτὰ κατασκευάζῃ.
6. Οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε
7. πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ
8. φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι βουλομένοισι
9. ταῦτα λέγειν παρίημι.
11. Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔκδοσιν ἐποιήσατο
12. τῶν Ἱπποκράτους βιβλίων, εὐδοκιμήσασαν οὐ μόνον παρὰ
13. Ἀδριανῷ τῷ αὐτοκράτορι, ἀλλὰ καὶ νῦν ἱκανῶς ὑπὸ πολλῶν
14. σπουδαζομένην, ὥσπερ καὶ ἡ τοῦ συγγενοῦς αὐτῷ Διοσκουρίδου.
15. πολλὰ μὲν οὖν ἀμφότεροι μετέγραψαν, ὑπαλλάττοντες
16. τὰς παλαιὰς γραφὰς, ἃς μόνας ἴσασιν οἱ ἐξηγησάμενοι
17. τὰ Ἱπποκράτους βιβλία. πρὸς δὲ τοῖς πολλοῖς καὶ τήνδε
1. τὴν νῦν προκειμένην λέξιν ὑπήλλαξε Καπίτων, ὧδέ πως
2. γράψας· οὔτε γὰρ τὸ πᾶν ἠέρα λέγω τὸν ἄνθρωπον
3. εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ. ἐπειδὴ γὰρ οὔτε βιβλίον ηὕρισκεν
4. ἀνδρὸς παλαιοῦ τὴν γῆν μόνην εἰπόντος εἶναι στοιχεῖον,
5. οὔτε παρὰ τοῖς μάλιστα τὴν τοιαύτην ἱστορίαν ἀναλεξαμένοις
6. ἀνδράσι τοῖς Περιπατητικοῖς ἱστορούμενον, τῆς
7. δόξης ταύτης προθεῖναί τινα τὴν λέξιν ὑπήλλαξε τολμηρῶς.
8. ἄμεινον δ᾿ ἦν ἐπιτιμῆσαι τοῖς φιλοτίμως ἐζητηκόσι τίνος
9. ἦν ἀνδρὸς ἡ περὶ τῆς γῆς ὡς μόνης στοιχείου δόξα. παραπλήσιον
10. γάρ ἐστι τοῦτο τῷ ζητῆσαι, τίς μὲν οὖν ὁ ἀξιῶν
11. ἐκτετραμμένην ἐπιδεῖσθαι τὴν χεῖρα ὑπτίαν. καὶ τίς μὲν
12. ὁ τὴν τῆς πτέρνης ἐπίδεσιν ἑτέρως ἢ ὡς Ἱπποκράτης
13. ἀξιῶν ποιεῖσθαι· τίς δὲ ὁ τὴν τῆς κλειδὸς, ἢ τίς ὁ τὰ
14. μεθ᾿ ἕλκους κατάγματα, κατ᾿ αὐτὸ μὲν τὸ ἕλκος οὐκ ἐπιδῶν,
15. ἑκατέρωθι δὲ ἐπιδῶν· ἢ τίς ἐν τῷ καίειν τὸ κατ᾿ ὦμον
16. ἄρθρον, οὐκ ἐν οἷς χρὴ μέρεσιν ἐτίθει τὰς ἐσχάρας. ἢ
17. τίνες ἦσαν οὓς ἐν τῷ περὶ ῥάχεων λόγῳ μέμφεται. πολλὰ
18. γὰρ τοιαῦτα κατά τε τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων εἴρηται
1. τῷ Ἱπποκράτει, ποτὲ μὲν ὡς ἑνὸς, ἐνίοτε δ᾿ ὡς πολλῶν
2. ἁμαρτανόντων, ὥσπερ κᾀν τῷ περὶ διαίτης ὀξέων. ἅμα
3. γὰρ κᾀκεῖ πολλοὺς ἰατροὺς μεμφόμενος ἔγραψεν ὧδέ πως.
4. οἶδα τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας·
5. βούλονται γὰρ πάντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες
6. τοὺς ἀνθρώπους, ἢ δύο, ἢ καὶ τρεῖς, ἢ καὶ
7. πλείους ἡμέρας, οὕτω προσφέρειν καὶ τὰ ῥοφήματα καὶ τὰ
8. ποτά. τίνες οὖν ἦσαν οἱ διαιτῶντες οὕτω δεικνύτωσαν
9. ἡμῖν οἱ ἐξηγηταί. τίνες δὲ οἱ νομίζοντες φλέγμα μόνον
10. εἶναι τὸν ἄνθρωπον, τίνες οἱ ξανθὴν χολὴν, ἢ τίνες οἱ
11. μέλαιναν. ἐφεξῆς γάρ τοι κατὰ τοῦτο αὐτὸ τὸ περὶ φύσεως
12. ἀνθρώπου βιβλίον εἶναί τινάς φησιν, οἳ οὕτως ἐδόξασαν.
13. ἄμεινον μὲν οὖν εἰρῆσθαι τοῖς ἐξηγηταῖς ὡς τάχα μὲν οὐδ᾿
14. ἔγραψαν πάντες οὗτοι τὰς ἑαυτῶν δόξας. ἐγχωρεῖ δὲ καὶ
15. γραψάντων αὐτῶν μὴ διασωθῆναι. φαίνεται γὰρ τοῦτο
16. κατὰ πλείους αἰτίας γιγνόμενον. ἔνιοι μὲν γὰρ τοὺς διαδεξαμένους
17. αὐτῶν τὴν διδασκαλίαν οὐκ ἔσχον, ἔνιοι δὲ οὐκ
1. ἐξέδοσαν ζῶντες τὰς βίβλους, εἶτα ἀποθανόντων αὐτῶν, ἓν
2. ἢ δύο που σωζόμενα τῶν ἀντιγράφων, ἀπώλετο. δυνατὸν
3. δέ ἐστι καὶ διότι κατεφρονήθη τὰ συγγράμματα αὐτῶν,
4. ἀμεληθῆναί τε καὶ τῷ χρόνῳ τελέως ἀπολέσθαι. καὶ μέντοι
5. καὶ φθονεροί τινες ἤτοι κατακρύπτουσιν, ἢ τελέως ἀφανίζουσι
6. τὰ τῶν πρεσβυτῶν βιβλία. τινὲς δ᾿ ὑπὲρ τοῦ λέγειν
7. ὡς ἴδια τὰ ἐν αὐτοῖς γεγραμμένα πράττουσι ταὐτό.
8. ἢ καὶ τί θαυμαστὸν ἀπολέσθαι τῶν ἀλλοκότους δόξας γραψάντων,
9. ὅπου γε καὶ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκονταί
10. τινες εὐδοκίμως ἠγωνισμένοι κωμικοί τε καὶ τραγικοὶ ποιηταὶ
11. δράμασιν οὐκέτι διασωζομένοις. ἵνα γὰρ παραλείπω
12. τὰς ἄλλας ἁπάσας αἰτίας, δυοῖν δὲ μόνων τῶν ἔναγχος ἐν
13. Ῥώμῃ γιγνομένων μνημονεύσω. πολλάκις μὲν ἐμπρησθέντες
14. σηκοὶ, πολλάκις δὲ ἐν σεισμοῖς καταπεσόντες, ἢ κατ᾿
15. ἄλλην αἰτίαν, οὐκ ὀλίγων βιβλίων ἀπωλείας αἴτιοι γεγονέναι
16. φαίνονται. κακῶς μὲν ὁ Καπίτων ἐτόλμησε μεταγράψαι
17. τὴν παλαιὰν ῥῆσιν, οὐκοῦν οὐδὲ τοῦτο προσθεὶς, ὡς ἐνεδέχετο
18. τὸν πρῶτον βιβλιογράφον ἁμαρτεῖν, ἀντ᾿ ἄλλου
1. γράψαντ᾿ ἄλλο. κακῶς δὲ καὶ τῶν ἐξηγητῶν ἔνιοι κατεψεύσαντο
2. Ξενοφάνους, ὥσπερ καὶ Σαβῖνος, ὡδί πως γράψας
3. αὐτοῖς ὀνόμασιν. οὔτε γὰρ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον,
4. ὥσπερ Ἀναξιμένης, οὔτε ὕδωρ ὡς Θαλῆς, οὔτε γῆν
5. ὡς ἔν τινι Ξενοφάνης. οὐδαμόθεν γὰρ εὑρίσκεται ὁ Ξενοφάνης
6. ἀποφηνάμενος οὕτως. ἀλλὰ καὶ ὁ Σαβῖνος
7. αὐτὸς εὔδηλός ἐστιν ἐκ τῶν αὐτοῦ καταψευδόμενος, οὐχ
8. ὑπ᾿ ἀγνοίας ἐσφαλμένος, ἢ πάντως ἂν ὀνομαστὶ προσέγραψε
9. τὸ βιβλίον ἐν ᾧ ταῦτα ἀπεφήνατο. νῦν δ᾿ οὕτως ἔγραψεν,
10. οὔτε γῆν ὡς ἔν τινι Ξενοφάνης· καὶ Θεόφραστος δ᾿ ἂν ἐν
11. ταῖς τῶν φυσικῶν δοξῶν ἐπιτομαῖς τὴν Ξενοφάνους δόξαν,
12. εἴπερ οὕτως εἶχεν, ἐγεγράφει. καί σοι πάρεστιν εἰ χαίροις
13. τῇ περὶ τούτων ἱστορίᾳ, τὰς τοῦ Θεοφράστου βίβλους
14. ἀναγνῶναι, καθ᾿ ἃς τὴν ἐπιτομὴν ἐποιήσατο τῶν φυσικῶν
15. δοξῶν. ὥσπερ γε πάλιν εἰ τὰς τῶν παλαιῶν ἰατρῶν δόξας
16. ἐθέλοις ἱστορῆσαι, πάρεστί σοι τὰς τῆς ἰατρικῆς συναγωγῆς
17. ἀναγνῶναι βίβλους, ἐπιγεγραμμένας μὲν Ἀριστοτέλει,
1. ὁμολογουμένας δὲ ὑπὸ τοῦ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ,
2. γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ
3. τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος
4. ἐπιμελῶς τὰ διασωζόμενα κατ᾿ αὐτὸ ἔτι τῶν παλαιῶν ἰατρῶν
5. βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν ἀνελέξατο. τῶν δ᾿
6. ἤδη διεφθαρμένων παντάπασιν, ἢ σωζομένων μὲν, οὐ θεωρηθέντων
7. δ᾿, αὐτῷ τὰς γνώμας οὐκ ἠδύνατο γράψαι. κατὰ
8. ταῦτ᾿ οὖν τὰ βιβλία χολὴν ξανθὴν, ἢ μέλαιναν, ἢ φλέγμα
9. στοιχεῖον ἀνθρώπου φύσεως οὐκ ἂν εὕροις οὐδ᾿ ὑφ᾿ ἑνὸς
10. εἰρημένον. αἷμα δὲ καὶ τῶν μεθ᾿ Ἱπποκράτην φαίνονται
11. πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε καὶ τὴν πρώτην
12. γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίγνεσθαι, καὶ τὴν μετὰ ταῦτα
13. κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ἀλλ᾿
14. ὅ γε Ἱπποκράτης ὀλίγον ὕστερον ἔγρα ψεν ὡς ὄντων
15. τινῶν οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον,
16. οὐκ ἂν οὕτω γράψας, εἰ μή τινες ἦσαν ἤτοι κατ᾿
17. αὐτὸν, ἢ πρὸ αὐτοῦ δοξάζοντες οὕτως.