2. Ἐπειτὰ οὐδ᾿ ἂν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν
3. ἔχοντα δύναμιν, γεννᾷ, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν
4. ξυντελέοιτο.
6. Οὐ μόνον ἐξ ἑνὸς ἀδύνατος εἶναι γεννηθῆναί τί φασιν,
7. ἀλλ᾿ οὐδ᾿ ἐκ δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίγνοιτο, τουτέστιν
8. οἰκειότητα τῆς οὐσίας ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα
9. σαφῶς ἐπὶ τῇ τῶν ἑτερογενῶν ζώων γενέσει γιγνόμενα. καθάπερ
10. ἐπὶ ἵππων ἔχει καὶ ὄνων ἀλωπέκων τε καὶ κυνῶν.
11. ἐκ γὰρ τῆς τούτων ἐπιμιξίας γεννᾶται τὸ ζῶον, οἷον μικτὸν
12. ἐξ ἀμφοῖν. ὅσα δ᾿ ἐπὶ πολὺ διεστῶσαν ἀλλήλων ἔχει
13. τὴν φύσιν, οὐδ᾿ ἂν μιχθῇ, ποτὲ δύναται γεννῆσαί τι. τὸ
14. δ᾿ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσκείμενον, οὐδ᾿ ἂν τὰ
15. αὐτὰ ἡμῖν ξυντελέοιντο, παρέρχονται μὲν ὡς σαφὲς οἱ ἐξηγησάμενοι
16. τὸ βιβλίον, ἀσαφὲς δέ ἐστιν, ἢ μὴ καλῶς ἡρμηνευμένον
17. ὑπὸ τοῦ γράψαντος, ἢ διὰ τοὺς μεταγραψαμένους
18. ἡμαρτημένον. ὃ δ᾿ οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν,
1. ἔστι τοιόνδε. κᾂν μὴ ὁμοειδὲς ᾗ τὸ μιγνύμενον ζῶον ἕτερον
2. ἑτέρῳ, κοινωνίαν δή τινα τῆς φύσεως φησὶν εἶναι. οὐ
3. γὰρ ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιντο, τοῦτ᾿ ἔστιν, οὐκ ἂν γένεσις
4. ἐκ τῆς συνόδου γένοιτο, ζώου τοῖς γεννήσασιν ὁμοίου.
5. τάχα δὲ καὶ ἡ ῥῆσις οὐχ οὕτως εἶχεν, οὐδ᾿ ἂν τὰ αὐτὰ
6. ἡμῖν συντελέοιτο.