9. Καὶ πάλιν εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ
10. ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον
11. θατέρου πολὺ προέξει καὶ τῷ ἰσχυρότερον τοῦ ἀσθενεστέρου,
12. ἡ γένεσις οὐκ ἂν γένοιτο.
14. Ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν
15. ἀποτελεσθῆναι μηδὲν, εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα. καὶ
16. αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος οὐκ ἐξ ἀνάγκης γεννᾷ.
17. λέλεκται δὲ ἐν τοῖς ἀφορισμοῖς ὁ λόγος οὗτος αὐτῷ τέλειος
18. ἔνθα φησὶν· Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν,
1. οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας,
2. οὐ κυΐσκονται. ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι
3. ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς
4. φθείρεται τὸ σπέρμα. ὁκόσαι δ᾿ ἐξ ἀμφοτέρων τῇ κράσει
5. ἔχουσι συμμέτρως, αἱ τοιαῦται ἐπίτεκνοι γίγνονται. ἐν τούτῳ
6. τῷ λόγῳ διδάσκει μὲν καὶ διά τινας αἰτίας ἄγονοι γίγνονται
7. γυναῖκες. ἐνδείκνυται δὲ καὶ τὸ τούτῳ
8. συνεπόμενον, ὑπὲρ οὗ καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ
9. πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ Πλάτων, οὐ σμικρὰν
10. τέχνην εἰπὼν εἶναι, καθ᾿ ἣν ἐπίσταταί τις ζευγνύναι τοὺς
11. ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γένεσιν ἄνδρας τε καὶ γυναῖκας.
12. ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ
13. περὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή. καὶ γὰρ
14. καὶ τοῦτο ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος, ἢ ψυχρότερον.
15. ἔστι δ᾿ ὅτε ξηρότερον, ἢ διακαέστερον. οἰκεῖον δέ
16. ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ ὑγρότερον σπέρμα, τῇ δὲ
17. ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν θερμοτέρᾳ τὸ
18. ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν
1. ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνολογίας λόγῳ διερχόμεθα·
2. νυνὶ δ᾿ ἀρκεῖ γιγνώσκειν ὅτι μήτε δυνατόν ἐστιν ἐξ ἑνός τι
3. γίγνεσθαι, μήθ᾿ ὅταν ἐκ δυοῖν, ἢ καὶ πλειόνων συνιόντων
4. γίνηται, χωρὶς οἰκειότητος τῆς πρὸς ἄλληλα καὶ συμμετρίας
5. τινὸς κράσεως, τῆς ἐκ τῶν συνιόντων ἀποτελουμένης, οἷόν
6. τέ ἐστι γεννηθῆναι τοῦτο.