7. Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑαυτοῦ φύσιν
8. ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε
9. ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ
10. θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.
12. Ἀποχωρεῖν φησὶ διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου,
13. πρὸς τὴν ἑαυτοῦ φύσιν, ἕκαστον τῶν προειρημένων
14. στοιχείων, ἃ θερμὸν ἐκάλει καὶ ψυχρὸν καὶ ξηρὸν
15. καὶ ὑγρὸν, οὐδέπω λέγων τὸ αἷμα, πρὸς τὸ κατὰ τὸν κόσμον
16. αἷμα· καὶ τὸ φλέγμα πρὸς τὸ φλέγμα. καὶ τὴν χολὴν
17. πρὸς τὴν χολήν. καὶ τὴν ἀρτηρίαν πρὸς τὴν ἀρτηρίαν·
18. καὶ τὴν σάρκα πρὸς τὴν σάρκα· καὶ τὴν φλέβα πρὸς
1. τὴν φλέβα· καὶ τὸ νεῦρον ἀπιέναι πρὸς τὸ νεῦρον· ἀλλὰ
2. τὸ καθ᾿ ἕκαστον τούτων θερμόν τε καὶ ψυχρὸν,
3. ὑγρόν τε καὶ ξηρὸν εἰς τὰ κοινὰ πάντων ἀπέρχεσθαι στοιχεῖα.
4. σύγκειται γὰρ δή που καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ
5. ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τῶν στοιχείων δηλονότι. οὐ
6. γὰρ δὴ ἐξ ἄλλου γε νεύρου, καθάπερ οὐδ᾿ ἡ φλὲψ ἐξ ἄλλης
7. φλεβός. ὅτι μηδ᾿ ἐπινοηθῆναι δύναται κεραννύμενα δι᾿
8. ὅλων ἀλλήλων ταῦτα, σὰρξ καὶ φλὲψ καὶ ὀστοῦν καὶ ἀρτηρία
9. καὶ τὰ ἄλλα μόρια. βούλεται δ᾿ αὐτὸς κεκρᾶσθαι δι᾿
10. ὅλων ἀλλήλοις τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν,
11. εἴ τι μεμνήμεθα τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. ὥστε οὐ
12. τὰ σαφῶς βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ
13. καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ μόρια στοιχεῖα τῆς τοῦ ἀνθρώπου
14. φύσεως ἐστίν, ἀλλὰ τὰ τούτων αὐτῶν συνθετικά τε
15. καὶ γεννητικά. ταῦτα δέ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἀήρ τε
16. καὶ γῆ. ἀποδέδεικται γὰρ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ
17. τῶν καθ᾿ Ἱπποκράτην στοιχείων.