2. Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστιν ἡ φύσις καὶ τῶν ἄλλων
3. ἁπάντων.
5. Τοιαύτη, φησὶν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶν,
6. ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ
7. καὶ ξηροῦ καὶ ὑγροῦ κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων.
8. τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶσιν ἐκ τούτων ἔσχηκεν.
9. ἀδιανόητον οὖν γίγνεται τὸ λέγειν ἐν τῷ μεταξὺ τὴν
10. κρᾶσιν γίγνεσθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ᾿ οὐκ αἰσθάνονται
11. λέγοντες οἱ ἐκ τῶν κατὰ τὸ σῶμα βλεπομένων ὑγρῶν
12. καὶ ξηρῶν, θερμῶν τε καὶ ψυχρῶν, τὴν φύσιν ἡμῶν συγκεῖσθαι
13. φάσκοντες. ἔτι δὲ ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων
14. ἁπάντων ζώων τε καὶ φυτῶν ἐκ τούτων λέγομεν εἶναι τὴν
15. φύσιν. Ἱπποκράτης μὲν γὰρ εἴρηκε φανερῶς ἐν τῇ ῥήσει
16. καὶ τῶν ἄλλων ἁπάντων τὴν τοιαύτην εἶναι φύσιν. οἱ δ᾿
17. οὐκ οἶδ᾿ ὅ τι φήσουσιν. ὅταν γοῦν εἰς τὴν γῆν ἐκβληθέντος
18. σπέρματος συκῆς, εἰ τύχῃ, γένηται μέγιστον δένδρον,
1. ἀδιανόητόν ἐστι λέγειν, οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ᾿ ἑτέρωθεν
2. αὐτῇ τὴν τοσαύτην οὐσίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ
3. κατὰ τὸν ἑαυτῆς λόγον ἄκρως ἐστὶ ψυχρὰ, θερμότητα δ᾿
4. ἔχει πολλὴν ἡ συκῆ δι᾿ ἣν ζῇ, καὶ διὰ τοῦτο κᾀν τοῖς ἰσχυροῖς
5. χειμῶσι καταψυχομένη οὐ νεκροῦται. δῆλον οὖν ὅτι
6. μὴ μόνον ἐξ ὕδατος καὶ γῆς συνέστηκε τὸ σῶμα τῆς συκῆς,
7. ἀλλὰ καὶ τῆς πυρώδους φύσεως μετείληφεν. εὔδηλον δ᾿ ὅτι
8. καὶ τῆς ἀερώδους, εἴ γε σαφῶς ἐστι τὸ ξύλον αὐτῆς οὐ
9. μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ ὕδατος κουφότερον. ἐκ τῶν
10. τεσσάρων οὖν ἐστι καὶ ἡ συκῆ. καὶ εἴπερ αὐτὴ καὶ τὸ
11. σῦκον, οὕτω δὲ καὶ οἱ καρποὶ πάντες. εἰσὶ δὲ οἱ πυροὶ
12. καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τὰ ἄλλα δημήτρια σπέρματα
13. τῶν καρπῶν μόρια. καὶ αὐτὰ τοίνυν ἐκ τῶν τεσσάρων
14. συνεστήκασι, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος. ἐπεὶ
15. δὲ ἐκ τῆς τῶν καρπῶν τε καὶ φυτῶν ἐδωδῆς οἱ μὲν ἡμῖν
16. γίγνονται χυμοὶ, καὶ οὗτοι δηλονότι τὴν πρώτην ἀρχὴν τῆς
17. γενέσεως ἕξουσιν, ὕδωρ καὶ γῆν, ἀέρα τε καὶ πῦρ. ἀλλ᾿
18. ὅπερ ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ περὶ τῶν καθ᾿
1. Ἱπποκράτην στοιχείων, ὥστ᾿ ἤδη μεταβαίνειν καιρὸς ἐφ᾿
2. ἑτέραν ῥῆσιν.