5. Γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως
6. πάντα.
8. Οὐδὲ μαντευσάμενός τις ἔσεσθαί τινας ἀνθρώπους οἳ
9. παρακούσουσιν αὐτοῦ, τοσαυτάκις ἂν εἶπε ταὐτὸ δόγμα,
10. καθάπερ νῦν ὁ Ἱπποκράτης ἐποίησε, πάντα φάσκων οὐ
11. μόνον ἄνθρωπον ὁμοίως γίγνεσθαι καὶ τελευτᾷν, ὥσπερ
12. εἴρηται, ἐκ τῶν τεττάρων δηλονότι στοιχείων, οὐ τῶν ἐν τῷ
13. σώματι μορίων θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν.
14. ἀλλ᾿ εἰσί γε οὕτω τινὲς ἀναίσθητοι λέξεως Ἑλληνικῆς, ὡς
15. οἴεσθαι τὸ κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμόν τε καὶ
16. ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν αἰσθητῶς διαγιγνωσκόμενα,
17. πάντων εἶναι τῆς γενέσεως κοινὰ στοιχεῖα.