2. Ξυνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων
3. πάντων καὶ τελευτᾶ κατὰ τὰ εἰρημένα, ἐς τὸ
4. ἑωϋτὸ ὅθενπερ ξυνέστη ἕκαστον. ἐνταῦθα οὖν καὶ
5. ἀπεχώρησεν.
7. Ἐπιμένει τῷ δόγματι τὴν φύσιν ἁπάντων ἐκ τῶν εἰρημένων
8. τεττάρων συνίστασθαι καὶ τελευτᾷν εἰς αὐτὰ βουλόμενος.
9. ὅθεν γὰρ ἕκαστον τῶν ὄντων συνέστη, φησὶν, ἐνταῦθα
10. καὶ ἀπεχώρησεν, εἰς τὰ κοινὰ δηλονότι στοιχεῖα τοῦ
11. κόσμου, γῆν, ὕδωρ, ἀέρα τε καὶ πῦρ. ἐσχάτως οὖν ἀγνοοῦσι
12. τὴν Ἱπποκράτους γνώμην καὶ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον.
13. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε
14. ὕδωρ οὔτε πῦρ οὔτε γῆν, ἀντὶ τοῦ μηδ᾿ ὅλως ἀκούοντες.
15. ἐφάνη γὰρ οὐ τὸ μηδ᾿ ὅλως εἶναι τὰ κοινὰ πάντων στοιχεῖα
16. κατὰ τὸ σῶμα βουλόμενος τοῦ ἀνθρώπου ὁ Ἱπποκράτης,
17. ἀλλὰ τοὺς ἓν μόνον ἐξ αὐτῶν λέγοντας μεμφόμενος.