2. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ φλέγμα
3. καὶ χολὴν διττὴν, ἤγουν ξανθήν τε καὶ μέλαιναν, καὶ
4. ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτα
5. ἀλγέει καὶ ὑγιαίνει.
7. Συντελέσας τὸν περὶ τῶν κοινῶν στοιχείων λόγον, ἐπὶ
8. τὰ τῶν ἐναίμων ζώων, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ἐν τῇ
9. προκειμένῃ ῥήσει μετέβη, βουλόμενος ἐξ αἵματος καὶ φλέγματος
10. καὶ χολῆς διττῆς, τήν τε ἐξ ἀρχῆς γένεσιν ἡμῶν
11. γίνεσθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ τούτων ὑπάρχειν
12. καὶ ταῦτα τὴν ὅλην φύσιν εἶναι τοῦ ἀνθρώπου,
13. τῶν μὲν χυμῶν ἐν τοῖς στερεοῖς περιεχομένων, αὐτῶν
14. δὲ τῶν στερεῶν ἐν τῇ πρώτῃ διαπλάσει κυουμένου τοῦ
15. ζώου, τὴν γένεσιν ἐκ τούτων ἐχόντων. ἐκ γὰρ τοῦ καταμηνίου
16. πάντα τὰ μόρια γέγονεν, οὐκ εἰλικρινοῦς αἵματος
17. ὄντος, ἀλλ᾿ ἔχοντος ἐν ἑαυτῷ διττὰς χολὰς καὶ φλέγμα.
18. δείξει γὰρ ὀλίγον ὕστερον τοῦτο· καὶ μέντοι καὶ τὸ ὑγιαίνειν
1. ἡμῖν ἀλγεῖν τε καὶ νοσεῖν ἐκ τούτων φησὶ γίγνεσθαι,
2. κατὰ τὸν τρόπον καθ᾿ ὃν γίνεται ταῦτα, διὰ τῆς ἐχομένης ῥήσεως.