5. Ὑγιαίνειν μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς
6. πρὸς ἄλληλα χρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος καὶ
7. μάλιστα ἢν μεμιγμένα ᾖ
9. Κατὰ πάντας ἰατρούς τε καὶ φιλοσόφους τοὺς τελείους
10. δογματικοὺς ἡ συμμετρία τῶν στοιχείων ὑγίειαν ἐργάζεται.
11. διττῆς δ᾿ οὔσης τῷ γένει τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως,
12. ἡ μὲν ἑτέρα κατὰ παράθεσίν τε καὶ περιπλοκὴν
13. τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν συνθέτων γενέσθαι
14. φησὶν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα τὴν
15. συμμετρίαν ἐν τῇ ποροποιΐᾳ τίθεται. ἡ δὲ ἑτέρα κατὰ
16. τὴν εὐκρασίαν τῶν στοιχείων ἡμᾶς φησιν, ἧς δηλονότι δόξης
17. ὁ Ἱπποκράτης ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας,
1. τῆς μὲν ἐν τῇ δυνάμει τῶν κεραννυμένων, τῆς δὲ
2. ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας ἐμνημόνευσεν Ἱπποκράτης
3. εἰπὼν, τῆς τε δυνάμεως καὶ τοῦ πλήθεος. τὸ δ᾿ ἐπὶ τέλει
4. τῆς ῥήσεως εἰρημένων τὸ καὶ μάλιστα ἢν μεμιγμένα ᾖ, τὴν
5. ἀκρίβειαν τῆς δι᾿ ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ
6. γὰρ τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ
7. μόνον ἡ συμμετρία τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ
8. δι᾿ ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ δὲ τὰς φαυλοτέρας κράσεις
9. τοῦ σώματος ἐνδέχεταί ποτε καθ᾿ ἕν τι μόριον οὐκ
10. ἴσως, οὐδ᾿ ὁμοίως οὐδὲ δι᾿ ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς
11. χυμοὺς, ἀλλ᾿ ὅταν γε μηδέ πω σαφῶς ἐνέργεια βλάπτεται,
12. μεμπτὴ μέν ἐστιν ἡ ὑγίεια, νόσος δὲ οὐδέ πω.