2. Δοκέουσι δέ μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες.
3. γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι
4. δὲ οὐ τὰ αὐτά. ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν
5. αὐτὸν ποιέονται. φασὶ γὰρ ἕν τε εἶναι ὅ τί ἐστι καὶ
6. τοῦτ᾿ εἶναι ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ οὐνόματα οὐχ
7. ὁμολογέουσι. λέγει δὲ αὐτέων ὁ μέν τις φάσκων ἠέρα
8. τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ,
9. ὁ δὲ γῆν. καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωϋτοῦ λόγῳ μαρτύριά
10. τε καὶ τεκμήρια, ἅ γε ἐστὶν οὐδέν. ὅτι μὲν γὰρ τῇ
11. αὐτέῃ γνώμῃ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτὰ,
12. δῆλον ὅτι οὐδὲ γινώσκουσι αὐτά. γνοίη δ᾿ ἂν τόδε τις
13. μάλιστα, παραγενόμενος αὐτέοισιν ἀντιλέγουσι. πρὸς γὰρ
14. ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον
15. ἀκροατέων, οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς ἄνθρωπος
16. περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει,
17. ποτὲ δὲ οὗτος, ποτὲ δὲ ᾧ ἂν τύχῃ μάλιστα ἡ
18. γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον. καίτοι δίκαιόν ἐστι
1. τὸν φάντα ὀρθῶς γινώσκειν περὶ τῶν πραγμάτων, παρέχειν
2. ἀεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωϋτοῦ, εἴπερ ἐόντα
3. γινώσκει καὶ ὀρθῶς ἀποφαίνεται. ἀλλὰ ἐμοί γε δοκέουσιν
4. οἱ τοιοῦτοι ἄνθρωποι αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν
5. ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων ὑπὸ ἀσυνεσίης,
6. τὸν δὲ Μελίσσου λόγον ἐπανορθοῦν. περὶ μὲν οὖν τουτέων
7. ἀρκέει μοι τὰ εἰρημένα.
9. Ὡς πρὸς εἰδότας ἃ λέγουσιν οἱ στοιχεῖον ἓν ὑποτιθέμενοι,
10. ποιεῖται τὸν λόγον. οἵ τε γὰρ τὸ πῦρ εἶναι στοιχεῖον
11. λέγοντες ἐκ τούτου βούλονται τὰ ἄλλα γεννᾶσθαι.
12. πυκνουμένου τε καὶ συναγομένου καὶ πιλουμένου, τῆς μὲν
13. ὀλίγης αὐτοῦ πιλήσεως ἀέρα γεννώσης, τῆς πλείονος δὲ ὕδωρ,
14. τῆς τελεωτάτης τε καὶ πλείστης γῆν. οἵ τε τὸ ὕδωρ, οἵ τε
15. τὸν ἀέρα, κατὰ τὸν αὐτὸν λόγον ἐκ τοῦ πιλοῦσθαι καὶ
16. χεῖσθαι τἄλλα γεννᾶσθαι λέγουσι. πιληθὲν μὲν γὰρ τὸ ὕδωρ
17. γῆν γεννᾶσθαί φασι, χυθὲν δὲ ἀέρα. καθάπερ γε καὶ
18. τὸν ἀέρα πιληθέντα μὲν ὕδωρ, χυθέντα δὲ πῦρ, ὥστ᾿ ἐκ
1. τῆς εἰς ἄλληλα μεταβολῆς τῶν τεττάρων ὁ λόγος ὁρμᾶται
2. τῶν ἓν ὁτιοῦν ὑποτιθεμένων εἶναι στοιχεῖον. καὶ διὰ τοῦτο
3. γνώμῃ μὲν αὐτῇ φησιν αὐτοὺς χρῆσθαι, λέγειν δ᾿ οὐ τὰ
4. αὐτά. φανερῶς οὖν ἐν τούτῳ τῷ λόγῳ παντὶ τοῖς ἕν τι
5. μόνον τῶν τεττάρων στοιχείων ἡγουμένοις εἶναι τὸν ἄνθρωπον
6. ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν. ὅτι γὰρ
7. μηδὲν ἀποδεικνύουσιν, ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν.
8. ἓν μὲν γὰρ τῶν τεττάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι.
9. τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν, ἡγουμένου
10. μὲν ἓν εἶναι καὶ αὐτοῦ τοῦτο, οὐ μὴν ἐκ τῶν τεττάρων γ᾿
11. ἕν τι τούτων, ἀέρος καὶ γῆς, ὕδατός τε καὶ πυρός. ἔοικε
12. δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί τινα οὐσίαν κοινὴν,
13. ὑποβεβλημένην τοῖς τέτταρσι στοιχείοις, ἀγέννητόν τε καὶ
14. ἄφθαρτον, ἣν οἱ μετ᾿ αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως
15. γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ᾿ οὖν αὐτὴν
16. τὴν οὐσίαν ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν. ἀληθὴς δὲ
17. οὐδ᾿ οὗτος ὁ λόγος ἐστίν. οὐ γὰρ ἕν τι μόνον ἐστὶν
18. ἐκεῖνο τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀρχὴ, καθάπερ
1. ὑπέλαβεν ὁ Μέλισσος, ἀλλὰ πρὸς αὐτῷ ποιότητες τέτταρες,
2. ψυχρότης ἄκρα καὶ ξηρότης καὶ θερμότης καὶ ὑγρότης. οὐ
3. μὴν στοιχεῖά γε ταῦτ᾿ ἔστιν οὔτε τῶν ἄλλων οὔτ᾿ ἀνθρώπου
4. φύσεως, ἀλλὰ ἀρχαί. συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς
5. ἀρχαίοις. οὐδ᾿ εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆς
6. τε καὶ στοιχείου, διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου
7. προσηγορίᾳ, κᾀπὶ τῶν ἀρχῶν. ἄλλα δὲ δύο πράγματά
8. ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον
9. ἐλάχιστον μόριον τοῦ ὅλου, τὸ δὲ ἕτερον, εἰς ὃ διέλῃ τις,
10. κατ᾿ ἐπίνοιαν αὐτὸ τοῦτο ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ
11. οὐχ οἷόν τε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον
12. ἐξ ἐκείνων, ὥσπερ οὐδὲ τὴν γῆν, ἢ τὸ ὕδωρ, ἢ τὸν ἀέρα.
13. νοῆσαι μέντοι δυνατὸν ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος
14. τὴν οὐσίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ
15. ταὐτό ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ᾿ αὐτὸ μεταβολῇ.
16. τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ
17. αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται. θερμότητος
18. μὲν γὰρ ἄκρας ἐγγενομένης αὐτῷ, πυρὸς ἀποτελουμένου
1. , καθάπερ γε καὶ ἀέρος, ὅταν ἄκραν ὑγρότητα δέξεται.
2. κατὰ ταὐτὰ δὲ γῆς μὲν γιγνομένης, ἐπειδὰν ἐκεῖνο τὸ
3. ὑποκείμενον, ἅπασαν κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιον ὕπαρχον
4. εἰς ἑαυτὸ δέξηται ξηρότητα χωρὶς θερμότητος, ὕδατος
5. δ᾿ ὅταν ὑγρότητα. περὶ μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτησις
6. οὐ σμικρὰ γέγονεν, ἧς οὐκ ἔστι χρεία εἰς τὰ τῆς
7. ἰατρικῆς τέχνης ἔργα μηδὲν συντελούσης. τὸ γάρ τι χρήσιμόν
8. ἐστιν ἐν τῷ ζητῆσαι, πότερον ἓν ἁπλοῦν ἐστι τὸ σῶμα
9. τῶν ἀνθρώπων, ἢ σύνθετον ἐξ ἁπλῶν τεττάρων, ὡς ἥ τε
10. τοῦ Πλάτωνος ἐδίδαξε ῥῆσις ἡμεῖς τε κατὰ τὴν
11. θεραπευτικὴν μέθοδον ἐδιδάξαμεν εὐθὺς ἐν τοῖς πρώτοις
12. αὐτῆς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. νυνὶ
13. δὲ ἀναμνήσομαι ὡς ἐν τῇ προκειμένῃ ῥήσει τὴν ἀντιλογίαν
14. ἐποιήσατο πρὸς τοὺς ἕν τι τῶν τεττάρων εἶναι λέγοντας
15. τὸν ἄνθρωπον, οὐ πρὸς τοὺς τέτταρα. βελτίων οὖν
16. ἀνάγνωσις εἰκότως ἐλέγετο κατὰ τὴν πρώτην ῥῆσιν ἡ δασύνουσα
17. κατὰ τὴν ἐκφώνησιν τὴν πρώτην συλλαβὴν τοῦ
18. ἓν ἐόν. ὅτι γὰρ οὐχ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ συντιθέντα τὴν
1. τοῦ ἀνθρώπου φύσιν, ἐπιδείκνυσιν ὁ Ἱπποκράτης. οὐ μὴν
2. ὅτι γε μηδὲν ᾖ τῶν τεττάρων στοιχείων εἰλικρινὲς ἐν τῷ
3. σώματι. τὴν ἀρχὴν γὰρ οὐδὲ λέγουσιν οἱ τῆς δόξης ταύτης
4. ἡγεμόνες τοῦτο, ἓν δέ τι παρὰ τὰ τέτταρα, τὸ ἔξ αὐτῶν
5. συγκείμενον ἀποφαίνονται, ὥς γε τὴν τετραφάρμακον
6. δύναμιν οὔτε κηρὸν, οὔτε πίτταν, οὔτε στέαρ, ἀλλά τι
7. παρὰ ταῦτα ἓν ἄλλο, ὃ ἐξ ἁπάντων κραθέντων γέγονεν. οὔσης
8. δὲ πάλιν καὶ αὐτῆς τῆς δόξης διττῆς, ἔνιοι μὲν γὰρ
9. τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι᾿ ὅλων ἀλλήλαις,
10. ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν
11. τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας,
12. ἔτι τε τούτων ἔμπροσθεν Ἐμπεδοκλῆς ἐξ ἀμεταβλήτων τῶν
13. τεττάρων στοιχείων ἡγεῖτο γίγνεσθαι τὴν τῶν συνθέτων σωμάτων
14. φύσιν, οὕτως ἀναμεμιγμένων ἀλλήλοις τῶν πρώτων,
15. ὡς εἴ τις λειώσας ἀκριβῶς καὶ χνοώδη ποιήσας ἰὸς καὶ χαλκῖτιν
16. καὶ καδμίαν καὶ μίσυ μίξειεν, ὡς μηδὲν ἐξ αὐτῶν
17. δύνασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου.