15. Ἀλγέει δ᾿ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλεῖον εἴη ἢ χωρισθῇ
16. ἐν τῷ σώματι καὶ μὴ κεκραμένον ᾖ τοῖς ξύμπασι.
1. Ὥσπερ ἐπὶ τῆς ὑγιείας τὴν ἀκριβῆ συμμετρίαν ἐν ποσότητι
2. καὶ δυνάμει καὶ τῇ δι᾿ ὅλων ἔθετο κράσει, κατὰ τὸν
3. αὐτὸν τρόπον ἐπὶ τῆς νόσου τὰ τούτων ἐναντία τίθεται,
4. τὸ μὲν ἔλασσον, ἢ πλέον εἴς τε τὸ ποσὸν τῆς οὐσίας καὶ
5. τὴν δύναμιν ἀναγαγὼν, τὸ δὲ μὴ κεκρᾶσθαι τοῖς πᾶσιν
6. εἰς δυσκρασίαν ἢ ἀνωμαλίαν κράσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.