9. Ἀνάγκη γὰρ ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ᾿ ἑωϋτοῦ
10. στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοσον
11. γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα στῇ καὶ ἐπιχυθῇ, ὑπερεκπιμπλάμενον,
12. ὀδύνην τε καὶ πόνον παρέχειν.
14. Ὅταν τῶν τεσσάρων τις χυμῶν αὐτὸς κατ᾿ ἑαυτὸν ἵστηταί
15. που κατά τι μόριον, ἀποχωρισθεὶς τῶν ἄλλων καὶ μὴ
16. κεκραμένος ᾖ ὅλος δι᾿ ὅλων αὐτοῖς, ὀδυνᾶται τὸ ζῶον ἐν
17. δυσκρασίᾳ γενομένων ἀμφοτέρων τῶν μορίων, ἔνθεν τε ἐξέστη
1. καὶ εἰς ὃ μετέστη. καὶ μάλιστα τοῦτο γίνεται κατὰ
2. τοὺς ἰσχυρὰς ἔχοντας τὰς δυνάμεις χυμούς. οὗτοι γὰρ οὐ
3. μόνον τῷ ποσῷ βαρύνοντες τὸ μόριον, εἰς ὃ κατέσκηψαν,
4. ἀλλὰ καὶ τῷ ποιῷ τὴν ὀδύνην ἐργάζονται, θερμαίνοντες ἢ
5. ψύχοντες σφοδρῶς.