Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.23, ed. Kühn, 1828, vol. 15, p. 63-65. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.23


17. Ἤν τ᾿ αὖθις εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν
18. καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ
1. ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα,
2. ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. εἶπον δὴ ἃ ἂν
3. φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα
4. καὶ κατὰ νόμον καὶ κατὰ φύσιν.

6. Ὅτι προείρηται τοῦτο καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν κατὰ
7. τὰ εἰρημένα. τῇ λέξει γὰρ, οὐ τῇ δυνάμει τῆς νῦν εἰρημένης
8. ῥήσεως διήνεγκεν ἡ μικρὸν ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γεγραμμένη,
9. καθ᾿ ἣν οὕτως εἶπεν. ἀνάγκη γὰρ ὅταν τι τουτέων
10. χωρισθῇ καὶ ὑφ᾿ ἑωϋτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ
11. μόνον τοῦτο τὸ χωρίον νοσερὸν γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα
12. ἂν στῇ καὶ ἐπιχυθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον
13. παρέχειν. εἰπὼν δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν
14. ἀεὶ ταῦτα ἐόντα κατὰ νόμον καὶ κατὰ φύσιν. κατὰ
15. νόμον μὲν εἶπε δηλῶσαι βουλόμενος τὴν τῶν ἀνθρώπων
16. δόξαν, ἣν ἔχουσι περὶ αὐτῶν, κατὰ φύσιν δὲ τὴν τῶν αὐτῶν
17. πραγμάτων ἀλήθειαν. προσέχωμεν οὖν ἤδη ταῖς ἑξῆς
1. ῥήσεσιν, ἵνα γνῶμεν, εἰ ὅπερ ὑπέσχετο κατὰ τὰς ἀρχὰς τοῦ
2. συγγράμματος νῦν ἀποδίδωσι.

Cliquer un n° de page pour en afficher l’image